τοίχων
τοῖχος, the wall of a house
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | τοῖχοι |
| Genitive | τοίχου | – | τοίχων |
| Dative | τοίχῳ | – | τοίχοις |
| Accusative | τοῖχον | – | τοίχους |
| Vocative | – | – | – |
-
…ταῦτα μὲν πρὸς ἀνδρός ἐστι νοῦν ἔχοντος καὶ φρένας καὶ πολλὰ περιπεπλευκότος, μετακυλίνδειν αὑτὸν ἀεὶ πρὸς τὸν εὖ πράττοντα τοῖχον μᾶλλον ἢ γεγραμμένην εἰκόνʼ ἑστάναι, λαβόνθʼ ἓν σχῆμα · τὸ δὲ μεταστρέφεσθαι πρὸς τὸ μαλθακώτερον δεξιοῦ πρὸς ἀνδρός ἐστι…
Aristophanes, Frogs
-
…ναός ἐστι Δήμητρος, ἀγάλματα δὲ αὐτή τε καὶ ἡ παῖς καὶ δᾷδα ἔχων Ἴακχος · γέγραπται δὲ ἐπὶ τῷ τοίχῳ γράμμασιν Ἀττικοῖς ἔργα εἶναι Πραξιτέλους. τοῦ ναοῦ δὲ οὐ πόρρω Ποσειδῶν ἐστιν ἐφʼ ἵππου, δόρυ ἀφιεὶς ἐπὶ γίγαντα…
Pausanias, Description of Greece
-
…ἐπέοικεν. ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς, ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον · υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες, κεῖται δʼ…
Homer, Iliad
-
…λαβοῦσα. ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν, ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ, τοίχου τοῦ ἑτέρου · ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι ἰφθίμη παράκοιτις…
Homer, Odyssey
-
…Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο, ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα, ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν…
Homer, Odyssey