τοὔδαφος
ἔδαφος, the bottom, foundation, base
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | ἐδάφη |
| Genitive | ἐδάφεος, ἐδάφους | – | ἐδαφῶν, ἐδάφων |
| Dative | ἐδάφει | – | – |
| Accusative | ἔδαφος, τοὔδαφος | – | – |
| Vocative | – | – | – |
-
…. ἐπεὰν γὰρ ἐν τοῖσι Ἀρμενίοισι τοῖσι κατύπερθε Ἀσσυρίων οἰκημένοισι νομέας ἰτέης ταμόμενοι ποιήσωνται, περιτείνουσι τούτοισι διφθέρας στεγαστρίδας ἔξωθεν ἐδάφεος τρόπον, οὔτε πρύμνην ἀποκρίνοντες οὔτε πρῴρην συνάγοντες, ἀλλʼ ἀσπίδος τρόπον κυκλοτερέα ποιήσαντες καὶ καλάμης πλήσαντες πᾶν τὸ πλοῖον…
Herodotus, The Histories
-
…ὁ λόγος κατέχει. Λακεδαιμονίων γὰρ εἰ ἡ πόλις ἐρημωθείη, λειφθείη δὲ τά τε ἱερὰ καὶ τῆς κατασκευῆς τὰ ἐδάφη, πολλὴν ἂν οἶμαι ἀπιστίαν τῆς δυνάμεως προελθόντος πολλοῦ χρόνου τοῖς ἔπειτα πρὸς τὸ κλέος αὐτῶν εἶναι καίτοι Πελοποννήσου τῶν…
Thucydides, The Peloponnesian War
-
…βαλανείων κατασκευὴ παντοία καὶ πολυτελὴς ἦν, κιόνων μὲν ἁπανταχοῦ μονολίθων ὑφεστηκότων, τοίχων δὲ καὶ τῶν ἐν τοῖς οἰκήμασιν ἐδάφων λίθου στρώσει πεποικιλμένων. πρὸς ἕκαστον δὲ τῶν οἰκουμένων τόπων ἄνω τε καὶ περὶ τὸ βασίλειον καὶ πρὸ τοῦ τείχους…
Flavius Josephus, Jewish War
-
…τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν, γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν. ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων, τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς. ἴκρια δὲ στήσας…
Homer, Odyssey
-
…ἐλεφαντίνην ἰδεῖν πᾶσαν χρυσῷ καὶ ἀργύρῳ καὶ ὀρειχάλκῳ πεποικιλμένην, τὰ δὲ ἄλλα πάντα τῶν τοίχων τε καὶ κιόνων καὶ ἐδάφους ὀρειχάλκῳ περιέλαβον. χρυσᾶ δὲ ἀγάλματα ἐνέστησαν, τὸν μὲν θεὸν ἐφʼ ἅρματος ἑστῶτα ἓξ ὑποπτέρων ἵππων ἡνίοχον, αὐτόν…
Plato, Critias