τοὐκ
ἐκ, ἐκ, ἐξ, from, out of
οὐ, οὐ, οὐκ, οὐχ, not
Other forms of ἐκ: ʼκ, ʼξ, ἃκ, ἐκ, ἔκ, ἐξ, ἔξ, ἒξ, κἀκ, κἀξ, κἠκ, οὑκ, οὑξ, τἀκ, τἀξ, τοὐκ, Ἐκ, Ἐξ, Ἔκ, ἡκ, ὡξ, χὠκ
Other forms of οὐ: κοὐ, κοὔ, κοὐκ, κοὐχ, κοὐχὶ, Οὐ, οὐ, οὔ, οὒ, οὐκ, οὔκ, Οὐκέτι, οὐκί, οὐκὶ, Οὐχ, οὐχ, οὔχ, Οὐχί, οὐχί, οὐχὶ, Οὐκ
ἐκ
-
…Ἐρατοσθένει ἔχθρα πώποτε γεγένηται πλὴν ταύτης. οὐδεμίαν γὰρ εὑρήσετε. οὔτε γὰρ συκοφαντῶν γραφάς με ἐγράψατο, οὔτε ἐκβάλλειν ἐκ τῆς πόλεως ἐπεχείρησεν, οὔτε ἰδίας δίκας ἐδικάζετο, οὔτε συνῄδει κακὸν οὐδὲν ὃ ἐγὼ δεδιὼς μή τις πύθηται ἐπεθύμουν…
Lysias, Speeches
-
…τοι δὴ οἱ τούτων κύριοι. οὐ τοίνυν τῆς ἐπιούσης ἡμέρας οἶμαι αὐτὸ ἥξειν ἀλλὰ τῆς ἑτέρας. τεκμαίρομαι δὲ ἔκ τινος ἐνυπνίου ὃ ἑώρακα ὀλίγον πρότερον ταύτης τῆς νυκτός · καὶ κινδυνεύεις ἐν καιρῷ τινι οὐκ ἐγεῖραί με. ἦν…
Plato, Crito
-
…δὲ δὴ οὐκ ἐμμενεῖς τοῖς ὡμολογημένοις ; ἐὰν ἡμῖν γε πείθῃ, ὦ Σώκρατες · καὶ οὐ καταγέλαστός γε ἔσῃ ἐκ τῆς πόλεως ἐξελθών. σκόπει γὰρ δή, ταῦτα παραβὰς καὶ ἐξαμαρτάνων τι τούτων τί ἀγαθὸν ἐργάσῃ σαυτὸν ἢ τοὺς…
Plato, Crito
-
…μὴ διὰ τὴν ἀπειρίαν ἀναξίως καὶ ἀδυνάτως ὑπὲρ τοῦ ἀδελφοῦ καὶ ἐμαυτοῦ τὴν κατηγορίαν ποιήσομαι. ὅμως δὲ πειράσομαι ὑμᾶς ἐξ ἀρχῆς ὡς ἂν δύνωμαι διʼ ἐλαχίστων διδάξαι. οὑμὸς πατὴρ Κέφαλος ἐπείσθη μὲν ὑπὸ Περικλέους εἰς ταύτην τὴν γῆν ἀφικέσθαι…
Lysias, Speeches
-
…ἅμα ἐπιψηλαφήσας τοῦ σκίμποδος ἐκαθέζετο παρὰ τοὺς πόδας μου, καὶ εἶπεν · ἑσπέρας δῆτα, μάλα γε ὀψὲ ἀφικόμενος ἐξ Οἰνόης. ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα · καὶ δῆτα μέλλων σοι φράζειν ὅτι διωξοίμην αὐτόν ,…
Plato, Protagoras
οὐ
-
…τὴν Εὐρυσθέως δύναμιν, ἀφικόμενοι εἰς τήνδε τὴν πόλιν ἱκέται ἐπὶ τῶν βωμῶν ἐκαθέζοντο · ἐξαιτουμένου δὲ αὐτοὺς Εὐρυσθέως Ἀθηναῖοι οὐκ ἠθέλησαν ἐκδοῦναι, ἀλλὰ τὴν Ἡρακλέους ἀρετὴν μᾶλλον ᾐδοῦντο ἢ τὸν κίνδυνον τὸν ἑαυτῶν ἐφοβοῦντο, καὶ ἠξίουν ὑπὲρ τῶν…
Lysias, Speeches
-
…εἶχον, ἧς μέρος πολεμική ἐζήτουν δὴ ἁθροίζεσθαι καὶ σῴζεσθαι κτίζοντες πόλεις · ὅτʼ οὖν ἁθροισθεῖεν, ἠδίκουν ἀλλήλους ἅτε οὐκ ἔχοντες τὴν πολιτικὴν τέχνην, ὥστε πάλιν σκεδαννύμενοι διεφθείροντο. Ζεὺς οὖν δείσας περὶ τῷ γένει ἡμῶν μὴ ἀπόλοιτο πᾶν…
Plato, Protagoras
-
…. σὺ δὲ τοὺς ἄρχοντας ἐν ταῖς πόλεσιν, τοὺς ὡς ἀληθῶς ἄρχοντας, ἑκόντας οἴει ἄρχειν ; μὰ Δίʼ οὔκ, ἔφη, ἀλλʼ εὖ οἶδα. τί δέ, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε ; τὰς ἄλλας ἀρχὰς…
Plato, Republic
-
…ἄλλῳ τῶν σῶν οὐδενί, οὔτε ἐκεῖσε ἀφικομένῳ ἄμεινον ἔσται. ἀλλὰ νῦν μὲν ἠδικημένος ἄπει, ἐὰν ἀπίῃς, οὐχ ὑφʼ ἡμῶν τῶν νόμων ἀλλὰ ὑπʼ ἀνθρώπων · ἐὰν δὲ ἐξέλθῃς οὕτως αἰσχρῶς ἀνταδικήσας τε καὶ ἀντικακουργήσας, τὰς σαυτοῦ…
Plato, Crito
-
…ἐπεπόνθη, ἕνεκά γε γήρως, καὶ οἱ ἄλλοι πάντες ὅσοι ἐνταῦθα ἦλθον ἡλικίας. νῦν δʼ ἔγωγε ἤδη ἐντετύχηκα οὐχ οὕτως ἔχουσιν καὶ ἄλλοις, καὶ δὴ καὶ Σοφοκλεῖ ποτε τῷ ποιητῇ παρεγενόμην ἐρωτωμένῳ ὑπό τινος · πῶς, ἔφη…
Plato, Republic