φάλαγξ
φάλαγξ, φάλαγξ, φάλαγγος, ἡ, line of battle, phalanx
Parsed as:
✓ feminine nominative singular
feminine vocative singular of
φάλαγξ
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | φάλαγξ | – | φάλαγγες |
| Genitive | φάλαγγος | – | – |
| Dative | φάλαγγι | – | φάλαγξι, φάλαγξιν |
| Accusative | φάλαγγʼ, φάλαγγα | – | φάλαγγας |
| Vocative | – | – | – |
-
…ἐπίκλησιν κορυνήτην ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ, ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας. τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε, στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον…
Homer, Iliad
-
…διατρίβειν · ἔτι γὰρ μέγα ἔργον ἄρεκτον · ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας. ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς · μὴ δʼ οὕτως, ἀγαθός…
Homer, Iliad
-
…ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα · τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί σφεας φωνήσας ἔπεα…
Homer, Iliad
-
…δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ ἕστασαν · οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς, ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν · οἳ δὲ μένοντες ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο .…
Homer, Iliad
-
…οὐδεὶς σὺν ὅπλοις ἐξῄει, οἱ δὲ ἱππεῖς ἔστιν ὅτε καὶ λῃστὰς ἐχειροῦντο τῶν ἐκ τοῦ Πειραιῶς, καὶ τὴν φάλαγγα αὐτῶν ἐκακούργουν. περιέτυχον δὲ καὶ τῶν Αἰξωνέων τισὶν εἰς τοὺς αὑτῶν ἀγροὺς ἐπὶ τὰ ἐπιτήδεια πορευομένοις · καὶ τούτους…
Xenophon, Hellenica