φθόγγος
φθόγγος, any clear, distinct sound
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | φθόγγος | – | φθόγγοι |
| Genitive | – | – | – |
| Dative | φθόγγῳ | – | φθόγγοις |
| Accusative | φθόγγον | – | – |
| Vocative | – | – | – |
-
…· ὦ τάλας ἐγώ, ἆρʼ εἰμὶ μάντις ; ἆρα δυστυχεστάτην κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν ; παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι, ἴτʼ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ ἀθρήσαθʼ, ἁρμὸν χώματος λιθοσπαδῆ δύντες πρὸς αὐτὸ στόμιον ,…
Sophocles, Antigone
-
…, καὶ εἴσιδε πάντας ἑταίρους μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα · ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν, ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν…
Homer, Odyssey
-
…μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται. ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται, ἀλλά τε Σειρῆνες…
Homer, Odyssey
-
…, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν · μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε, νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους. ἀλλὰ σύ γʼ αὐτὸς…
Homer, Iliad
-
…μιν θῆκε πριστοῦ ἐλέφαντος. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων, ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο φθόγγῳ ἐπερχόμεναι · τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε, καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε · ἦ με μάλʼ αἰνοπαθῆ…
Homer, Odyssey