φορτίοις
φορτίον, a load, burden
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | φορτία |
| Genitive | – | – | φορτίων |
| Dative | – | – | φορτίοις |
| Accusative | φορτίον | – | φορτίʼ, φορτία |
| Vocative | – | – | – |
-
…Πέρση, ἔργων μεμνημένος εἶναι ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα. νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι. μείζων μὲν φόρτος, μεῖζον δʼ ἐπὶ κέρδεϊ κέρδος ἔσσεται, εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας…
Hesiod, Works and Days
-
…τὴν θάλασσαν, καὶ οἰκήσαντας τοῦτον τὸν χῶρον τὸν καὶ νῦν οἰκέουσι, αὐτίκα ναυτιλίῃσι μακρῇσι ἐπιθέσθαι, ἀπαγινέοντας δὲ φορτία Αἰγύπτιά τε καὶ Ἀσσύρια τῇ τε ἄλλῃ ἐσαπικνέεσθαι καὶ δὴ καὶ ἐς Ἄργος. τὸ δὲ Ἄργος τοῦτον τὸν χρόνον…
Herodotus, The Histories
-
…, κατὰ τὠυτὸ τὸ καὶ Ἕλληνες λέγουσι, Ἰοῦν τὴν Ἰνάχου · ταύτας στάσας κατὰ πρύμνην τῆς νεὸς ὠνέεσθαι τῶν φορτίων τῶν σφι ἦν θυμὸς μάλιστα · καὶ τοὺς Φοίνικας διακελευσαμένους ὁρμῆσαι ἐπʼ αὐτάς. τὰς μὲν δὴ πλεῦνας τῶν γυναικῶν…
Herodotus, The Histories
-
…ἐπιτρίψωμεν. ὦ μιαρὰ φάρυξ, ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους κόπτοιμʼ ἄν, οἷς μου κατέφαγες τὰ φορτία. ἐγὼ δέ γʼ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε. ἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί σου δρέπανον λαβοῦσʼ ,…
Aristophanes, Frogs
-
…γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι. δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας ἄξονα καυάξαις καὶ φορτία μαυρωθείη. μέτρα φυλάσσεσθαι · καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος. ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι, μήτε…
Hesiod, Works and Days