φρέατος
φρέαρ, a well
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | φρείατα |
| Genitive | φρέατος | – | φρεάτων |
| Dative | φρέατι, φρητί | – | – |
| Accusative | φρέαρ | – | φρέατα |
| Vocative | – | – | – |
-
…ἐθώμαζες, ὅκου νῦν οὕτω τυγχάνεις θῶμα ποιεύμενος τὴν ἐργασίην τοῦ σιδήρου. ἐγὼ γὰρ ἐν τῇδε θέλων τῇ αὐλῇ φρέαρ ποιήσασθαι, ὀρύσσων ἐπέτυχον σορῷ ἑπταπήχεϊ · ὑπὸ δὲ ἀπιστίης μὴ μὲν γενέσθαι μηδαμὰ μέζονας ἀνθρώπους τῶν νῦν ἄνοιξα αὐτὴν…
Herodotus, The Histories
-
…, ἥδιστά τε ἂν ἐς ὕδωρ ψυχρὸν σφᾶς αὐτοὺς ῥίπτειν. καὶ πολλοὶ τοῦτο τῶν ἠμελημένων ἀνθρώπων καὶ ἔδρασαν ἐς φρέατα, τῇ δίψῃ ἀπαύστῳ ξυνεχόμενοι · καὶ ἐν τῷ ὁμοίῳ καθειστήκει τό τε πλέον καὶ ἔλασσον ποτόν. καὶ ἡ…
Thucydides, The Peloponnesian War
-
…δαΐφρονος ἵκετο δῶμα, ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν. ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ, Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται, ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης, γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥ τε…
NA, Homeric Hymns
-
…ἰσοφαρίζει, οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν · ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ. ἦ…
Homer, Iliad
-
…πρῶτον ἐν τῷ Πειραιεῖ ἥψατο τῶν ἀνθρώπων, ὥστε καὶ ἐλέχθη ὑπʼ αὐτῶν ὡς οἱ Πελοποννήσιοι φάρμακα ἐσβεβλήκοιεν ἐς τὰ φρέατα · κρῆναι γὰρ οὔπω ἦσαν αὐτόθι. ὕστερον δὲ καὶ ἐς τὴν ἄνω πόλιν ἀφίκετο, καὶ ἔθνῃσκον πολλῷ μᾶλλον…
Thucydides, The Peloponnesian War