φύλωι
φῦλον, a race, tribe, class
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | φῦλον, φῦλόν | – | φῦλʼ, φῦλα |
| Genitive | – | – | – |
| Dative | – | – | φύλοις |
| Accusative | φῦλον | – | φῦλʼ, φῦλα |
| Vocative | φῦλον | – | – |
-
…δʼ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα · καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα φέρειν δίκαιος οὔτʼ ἐς ἀνθρώπων στέγας. τὸ φῦλον οὐκ ὄπωπα τῆσδʼ ὁμιλίας οὐδʼ ἥτις αἶα τοῦτʼ ἐπεύχεται γένος τρέφουσʼ ἀνατεὶ μὴ μεταστένειν πόνον. τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ…
Aeschylus, Eumenides
-
…λαβοῦσα βοῶπις πότνια Ἥρη δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν · ἣ δʼ ὑπέδεκτο. ὃς κακὰ πόλλʼ ἔρδεσκε κατὰ κλυτὰ φῦλʼ ἀνθρώπων · ὃς τῇ γʼ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ, πρίν γέ οἱ ἰὸν ἐφῆκεν ἄναξ ἑκάεργος Ἀπόλλων…
NA, Homeric Hymns
-
…ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα · Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι. ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων, τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν. αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν · Ἀργεῖοι καὶ…
Homer, Iliad
-
…πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν. ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν ἥρῳ Δημοδόκῳ · ὁ δʼ ἐδέξατο, χαῖρε…
Homer, Odyssey
-
…ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω · κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον, ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις. εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί, γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς…
Homer, Iliad