φῶτε
φώς, a man
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | φώς, φὼς | φῶθʼ, φῶτε | φῶτες |
| Genitive | φωτός, φωτὸς | – | φωτῶν, φώτων |
| Dative | φωτί, φωτὶ | – | – |
| Accusative | φῶθʼ, φῶτʼ, φῶτα, φῶτά | φῶτʼ, φῶτε | φῶτας |
| Vocative | – | – | – |
-
…ἄγει βεβλημένον ἐκ πολέμοιο · ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός · ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, βῆ δὲ θέειν…
Homer, Iliad
-
…προτέρων φάος, ἐφάνθης ποτʼ, ὦ χρυσέας ἁμέρας βλέφαρον, Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα, τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳ φυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ · ὃς ἐφʼ ἡμετέρᾳ γᾷ Πολυνείκους ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων ὀξέα κλάζων ἀετὸς εἰς…
Sophocles, Antigone
-
…ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ, ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων. ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν · οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους .…
Homer, Iliad
-
…ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλʼ οἴω πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας ἔννυχον οὐ χʼ ἕνα μοῦνον ἐπʼ οὔδεϊ φῶτα καθίσσαι, σκευάζοντα κατʼ οἶκον ἄτερ ψόφου, οἷʼ ἀγορεύεις · πολλοὺς δʼ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας οὔρεος ἐν βήσσῃς ,…
NA, Homeric Hymns
-
…ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν. εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν, δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα. ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν, δώδεκα ,…
Hesiod, Shield of Heracles