φωτὸς
φάος, light, daylight
φώς, a man
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | φάος, φῶς | – | – |
| Genitive | φάεος, φάους, φωτός, φωτὸς | – | φώτων |
| Dative | φάει, φωτί, φωτὶ | – | φαέεσσι |
| Accusative | φάος, φῶς | – | φάεα, φάη, φῶτα |
| Vocative | φάος, φῶς | – | – |
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | φώς, φὼς | φῶθʼ, φῶτε | φῶτες |
| Genitive | φωτός, φωτὸς | – | φωτῶν, φώτων |
| Dative | φωτί, φωτὶ | – | – |
| Accusative | φῶθʼ, φῶτʼ, φῶτα, φῶτά | φῶτʼ, φῶτε | φῶτας |
| Vocative | – | – | – |
φάος
-
…καὶ ἄοπλον · ἤδη δὲ καὶ ἡ εἱμαρμένη ἡμέρα παρῆν, ἐν ᾗ ἔδει καὶ ἄνθρωπον ἐξιέναι ἐκ γῆς εἰς φῶς. ἀπορίᾳ οὖν σχόμενος ὁ Προμηθεὺς ἥντινα σωτηρίαν τῷ ἀνθρώπῳ εὕροι, κλέπτει Ἡφαίστου καὶ Ἀθηνᾶς τὴν ἔντεχνον σοφίαν σὺν…
Plato, Protagoras
-
…γῆς ἔνδον ἐκ γῆς καὶ πυρὸς μείξαντες καὶ τῶν ὅσα πυρὶ καὶ γῇ κεράννυται. ἐπειδὴ δʼ ἄγειν αὐτὰ πρὸς φῶς ἔμελλον, προσέταξαν Προμηθεῖ καὶ Ἐπιμηθεῖ κοσμῆσαί τε καὶ νεῖμαι δυνάμεις ἑκάστοις ὡς πρέπει. Προμηθέα δὲ παραιτεῖται Ἐπιμηθεὺς αὐτὸς…
Plato, Protagoras
-
…ἀγαθέ, ἐκεῖσε ἴωμεν πρῲ γάρ ἐστιν ἀλλὰ δεῦρο ἐξαναστῶμεν εἰς τὴν αὐλήν, καὶ περιιόντες αὐτοῦ διατρίψωμεν ἕως ἂν φῶς γένηται · εἶτα ἴωμεν. καὶ γὰρ τὰ πολλὰ Πρωταγόρας ἔνδον διατρίβει, ὥστε, θάρρει, καταληψόμεθα αὐτόν ,…
Plato, Protagoras
-
…κατεύχῃ ταῦθʼ, ὁμοῦ κἀμοὶ θανεῖν εὔχου · τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος ; ἰὼ σκότος, ἐμὸν φάος, ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί, ἕλεσθʼ ἕλεσθέ μʼ οἰκήτορα, ἕλεσθέ μʼ · οὔτε γὰρ θεῶν γένος…
Sophocles, Ajax
-
…οὐδέπω μαυρουμένη, ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός. φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο φρουρὰ πλέον καίουσα τῶν εἰρημένων · λίμνην δʼ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος · ὄρος τʼ ἐπʼ…
Aeschylus, Agamemnon
φώς
-
…ἄγει βεβλημένον ἐκ πολέμοιο · ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός · ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, βῆ δὲ θέειν…
Homer, Iliad
-
…προτέρων φάος, ἐφάνθης ποτʼ, ὦ χρυσέας ἁμέρας βλέφαρον, Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα, τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳ φυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ · ὃς ἐφʼ ἡμετέρᾳ γᾷ Πολυνείκους ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων ὀξέα κλάζων ἀετὸς εἰς…
Sophocles, Antigone
-
…ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ, ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων. ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν · οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους .…
Homer, Iliad
-
…ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλʼ οἴω πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας ἔννυχον οὐ χʼ ἕνα μοῦνον ἐπʼ οὔδεϊ φῶτα καθίσσαι, σκευάζοντα κατʼ οἶκον ἄτερ ψόφου, οἷʼ ἀγορεύεις · πολλοὺς δʼ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας οὔρεος ἐν βήσσῃς ,…
NA, Homeric Hymns
-
…ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν. εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν, δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα. ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν, δώδεκα ,…
Hesiod, Shield of Heracles