χιλίαρχοί
χιλίαρχος, the commander of a thousand men, a chiliarch
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | χιλίαρχος | – | χιλίαρχοι |
| Genitive | – | – | χιλιάρχων |
| Dative | χιλιάρχῳ | – | χιλιάρχοις |
| Accusative | χιλίαρχον | – | χιλιάρχους |
| Vocative | – | – | – |
-
…μέγα καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου. Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς στύφλους παρʼ ἀκτὰς θείνεται Σιληνιῶν. χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο · Τενάγων τʼ ἀριστεὺς Βακτρίων ἰθαιγενὴς θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ. Λίλαιος…
Aeschylus, Persians
-
…τοῦ στρατηγοῦ σκηνήν, δευτέραν δὲ τὴν ἐπὶ τῆς προκριθείσης πλευρᾶς, τρίτην ἐπὶ μέσης τῆς γραμμῆς ἐφʼ ἧς οἱ χιλίαρχοι σκηνοῦσι, τετάρτην, παρʼ ἣν τίθενται τὰ στρατόπεδα. καὶ ταύτας μὲν ποιοῦσι φοινικιᾶς, τὴν δὲ τοῦ στρατηγοῦ…
Polybius, Histories
-
…ταπεινῶν δʼ ὄντων τῶν Ῥωμαίων διὰ τὴν προειρημένην συμφοράν, οἱ Οὐόλσκοι πρὸς αὐτοὺς πόλεμον ἐξήνεγκαν. οἱ μὲν οὖν χιλίαρχοι τῶν Ῥωμαίων καταγράψαντες στρατιώτας, καὶ προαγαγόντες τὴν δύναμιν εἰς ὕπαιθρον, ἐν τῷ καλουμένῳ Μαρκίῳ κατεστρατοπέδευσαν, ἀπέχοντες ἀπὸ…
Diodorus Siculus, Library
-
…ποιεῖν · ἐὰν δὲ μηδὲν ᾖ τοιοῦτο γεγονός, εἰς τὸν ἔφοδον ἀναχωρεῖ τοὔγκλημα. καθίσαντος δὲ παραχρῆμα συνεδρίου τῶν χιλιάρχων κρίνεται, κἂν καταδικασθῇ, ξυλοκοπεῖται. τὸ δὲ τῆς ξυλοκοπίας ἐστὶ τοιοῦτον. λαβὼν ξύλον ὁ χιλίαρχος τούτῳ τοῦ…
Polybius, Histories
-
…διαδεξάμενος ὁ Περδίκκας ἐβασίλευσε τῆς Μακεδονίας ἔτη πέντε. ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Τιμοκράτους ἐν Ῥώμῃ μὲν ἀντὶ τῶν ὑπάτων χιλίαρχοι τρεῖς κατεστάθησαν, Τίτος Κοΐνκτιος καὶ Σερούιος Κορνήλιος καὶ Σερούιος Σουλπίκιος, Ὀλυμπιὰς δὲ ὑπὸ Πισατῶν καὶ Ἀρκάδων ἤχθη τετάρτη…
Diodorus Siculus, Library