χρόʼ
χροιά, the surface of a body, the skin; the body
χρώς, χρώς, ὁ, flesh, skin (noun)
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | χροιά | – | – |
| Genitive | χρόας, χροιᾶς, χροίας | – | χροῶν |
| Dative | χροιῇ | – | – |
| Accusative | χρόαν, χροιὰν, χροιὴν | – | χρόας |
| Vocative | – | – | – |
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | χρώς, χρὼς | – | χρῶτες |
| Genitive | χροός, χροὸς, χρωτὸς | – | – |
| Dative | χροΐ, χροῒ, χρῷ, χρωτὶ | – | – |
| Accusative | χρόʼ, χρόα, χρῶτʼ, χρῶτα | – | – |
| Vocative | – | – | – |
χροιά
-
…οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν, εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι. βῆ δʼ ἴμεν ἐς θάλαμον…
Homer, Iliad
-
…δυσλύτοις χαλκεύμασι προσπασσαλεύσω τῷδʼ ἀπανθρώπῳ πάγῳ ἵνʼ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν ὄψει, σταθευτὸς δʼ ἡλίου φοίβῃ φλογὶ χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος, πάχνην θʼ ἑῴαν ἥλιος σκεδᾷ πάλιν · ἀεὶ…
Aeschylus, Prometheus Bound
-
…ἥντινα ἔχουσʼ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι · σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα ἔχουσʼ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν. κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν…
Aeschylus, Prometheus Bound
-
…πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο, γένυν παρʼ αὐτὴν κεχυμένος, πόθου πλέως · λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις, οὐχ ἡλίου βολαῖσιν, ἀλλʼ ὑπὸ σκιᾶς, τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος. πρῶτον μὲν οὖν…
Euripides, Bacchae
-
…ἐννοεῖς ὅτι προσδεῖται ; πῶς ; ἐνούσης που ἐν ὄμμασιν ὄψεως καὶ ἐπιχειροῦντος τοῦ ἔχοντος χρῆσθαι αὐτῇ, παρούσης δὲ χρόας ἐν αὐτοῖς, ἐὰν μὴ παραγένηται γένος τρίτον ἰδίᾳ ἐπʼ αὐτὸ τοῦτο πεφυκός, οἶσθα ὅτι ἥ τε ὄψις οὐδὲν…
Plato, Republic
χρώς
-
…υἱὸν μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν, ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα · τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων .…
Homer, Iliad
-
…χθόνα πότνια Δηὼ στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα, οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς. ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς, ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα…
NA, Homeric Hymns
-
…οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός, ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται, ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. οὕς…
Homer, Iliad
-
…μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι ἢ πολέμου · Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν. ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων, αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. ἔνθά οἱ υἱὸς ἐπᾶλτο…
Homer, Iliad
-
…ἅπαντα. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν ὀφθαλμοὺς ῥῖνάς θʼ · ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο · τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν. Μυρμιδόνες…
Homer, Iliad