χωρίων
χωρίον, χωρίον, τό, farm; place, space, region (noun); χωρίον, τό, place, space, region (noun) (6c)
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | χωρίον | – | χωρίʼ, χωρία |
| Genitive | χωρίου | – | χωρίων |
| Dative | χωρίῳ | – | χωρίοις, χωρίοισί |
| Accusative | χωρίον | – | χωρίʼ, χωρία |
| Vocative | – | – | – |
-
…ἐμβάντες ἐπʼ Ἀρτεμίσιον ἐβοήθησαν, Λακεδαιμόνιοι δὲ καὶ τῶν συμμάχων ἔνιοι εἰς Θερμοπύλας ἀπήντησαν, ἡγούμενοι διὰ τὴν στενότητα τῶν χωρίων τὴν πάροδον οἷοί τʼ ἔσεσθαι διαφυλάξαι. γενομένου δὲ τοῦ κινδύνου κατὰ τὸν αὐτὸν χρόνον Ἀθηναῖοι μὲν ἐνίκων τῇ ναυμαχίᾳ…
Lysias, Speeches
-
…ἄλλο ἀπὸ τοῦ αὐτοῦ ἔργου ἐλίπετο · ἐτάμνετο λίθους περιμήκεας, ὡς δέ οἱ ἦσαν οἱ λίθοι ἕτοιμοι καὶ τὸ χωρίον ὀρώρυκτο, ἐκτρέψασα τοῦ ποταμοῦ τὸ ῥέεθρον πᾶν ἐς τὸ ὤρυσσε χωρίον, ἐν ᾧ ἐπίμπλατο τοῦτο, ἐν τούτῳ…
Herodotus, The Histories
-
…ἡ νόσος πρῶτον ἤρξατο γενέσθαι τοῖς Ἀθηναίοις, λεγόμενον μὲν καὶ πρότερον πολλαχόσε ἐγκατασκῆψαι καὶ περὶ Λῆμνον καὶ ἐν ἄλλοις χωρίοις, οὐ μέντοι τοσοῦτός γε λοιμὸς οὐδὲ φθορὰ οὕτως ἀνθρώπων οὐδαμοῦ ἐμνημονεύετο γενέσθαι. οὔτε γὰρ ἰατροὶ ἤρκουν τὸ πρῶτον…
Thucydides, The Peloponnesian War
-
…τὸ τεῖχος ὥστε ὁ ἕτερος τοῦ ἑτέρου κύκλος τοῖσι προμαχεῶσι μούνοισι ἐστι ὑψηλότερος. τὸ μέν κού τι καὶ τὸ χωρίον συμμαχέει κολωνὸς ἐὼν ὥστε τοιοῦτο εἶναι, τὸ δὲ καὶ μᾶλλόν τι ἐπετηδεύθη. κύκλων δʼ ἐόντων τῶν συναπάντων ἑπτά…
Herodotus, The Histories
-
…ναυσὶ διακοσίαις ἀφικόμενος εἰς Λέσβον κατεσκευάσατο τάς τε ἄλλας πόλεις ἐν αὐτῇ καὶ Μυτιλήνην · εἰς δὲ τὰ ἐπὶ Θρᾴκης χωρία ἔπεμψε δέκα τριήρεις ἔχοντα Ἐτεόνικον, ὃς τὰ ἐκεῖ πάντα πρὸς Λακεδαιμονίους μετέστησεν. εὐθὺς δὲ καὶ ἡ ἄλλη Ἑλλὰς…
Xenophon, Hellenica