ἀκριβείας
ἀκρίβεια, exactness, minute accuracy, precision
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | – |
| Genitive | ἀκριβείας | – | – |
| Dative | ἀκριβείᾳ | – | – |
| Accusative | ἀκρίβειαν | – | ἀκριβείας |
| Vocative | – | – | – |
-
…πυνθανόμενος ἠξίωσα γράφειν, οὐδʼ ὡς ἐμοὶ ἐδόκει, ἀλλʼ οἷς τε αὐτὸς παρῆν καὶ παρὰ τῶν ἄλλων ὅσον δυνατὸν ἀκριβείᾳ περὶ ἑκάστου ἐπεξελθών. ἐπιπόνως δὲ ηὑρίσκετο, διότι οἱ παρόντες τοῖς ἔργοις ἑκάστοις οὐ ταὐτὰ περὶ τῶν αὐτῶν ἔλεγον…
Thucydides, The Peloponnesian War
-
…τεχνῶν γεγόνασιν αἱ ἐπιδόσεις · παντὸς γὰρ προσθεῖναι τὸ ἐλλεῖπον. μεμνῆσθαι δὲ καὶ τῶν προειρημένων χρή, καὶ τὴν ἀκρίβειαν μὴ ὁμοίως ἐν ἅπασιν ἐπιζητεῖν, ἀλλʼ ἐν ἑκάστοις κατὰ τὴν ὑποκειμένην ὕλην καὶ ἐπὶ τοσοῦτον ἐφʼ ὅσον οἰκεῖον τῇ…
Aristotle, Nicomachean Ethics
-
…γεγενημένος αὐτῶν. καὶ ὅσα μὲν λόγῳ εἶπον ἕκαστοι ἢ μέλλοντες πολεμήσειν ἢ ἐν αὐτῷ ἤδη ὄντες, χαλεπὸν τὴν ἀκρίβειαν αὐτὴν τῶν λεχθέντων διαμνημονεῦσαι ἦν ἐμοί τε ὧν αὐτὸς ἤκουσα καὶ τοῖς ἄλλοθέν ποθεν ἐμοὶ ἀπαγγέλλουσιν · ὡς δʼ ἂν…
Thucydides, The Peloponnesian War
-
…, καὶ ὥστε τοῦτο μὴ πάσχειν οὐδʼ ὑπὸ τῆς ὑμετέρας πω τέχνης ἐξηυρῆσθαι, καὶ ταῦτα οὑτωσὶ θαυμαστῆς οὔσης εἰς ἀκρίβειαν λόγων. καὶ ὁ Κτήσιππος, Θαυμάσιά γε λέγετʼ, ἔφη, ὦ ἄνδρες θούριοι εἴτε Χῖοι εἴθʼ ὁπόθεν καὶ…
Plato, Euthydemus
-
…Σώκρατες, ὀρθῶς λέγεις. θῶμεν τοίνυν διχῇ τὰς λεγομένας τέχνας, τὰς μὲν μουσικῇ συνεπομένας ἐν τοῖς ἔργοις ἐλάττονος ἀκριβείας μετισχούσας, τὰς δὲ τεκτονικῇ πλείονος. κείσθω. τούτων δὲ ταύτας ἀκριβεστάτας εἶναι τέχνας, ἃς νυνδὴ πρώτας εἴπομεν…
Plato, Philebus