ἀπάνευθεν
ἀπάνευθε, afar off, far away
Other forms of ἀπάνευθε: ἀπάνευθʼ, ἀπάνευθε, ἀπάνευθεν
-
…δὲ ξύμβληντο διοτρεφέες βασιλῆες πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων. πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες θῖνʼ ἔφʼ ἁλὸς πολιῆς · τὰς γὰρ πρώτας πεδίονδε εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν .…
Homer, Iliad
-
…ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται · ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων. ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς. ὣς ἔφατʼ…
Homer, Iliad
-
…κεν εἴπω · μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω · τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται · οὐ γὰρ Ὀδυσσεὺς δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει πάντεσσιν · πολέσιν δὲ καὶ ἄλλοισιν…
Homer, Odyssey
-
…ἔπι γλαφυράς · τὼ δʼ οὐκ ἀέκοντε πετέσθην · ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες. Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας · Τρῶες καὶ Λύκιοι…
Homer, Iliad
-
…, οὐ γὰρ ἔτʼ αὖτις νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε. οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ · καὶ δὲ…
Homer, Iliad