ἁσκὸς
ἀσκός, a leathern-bag, a wine-skin
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἀσκός, ἀσκὸς | – | – |
| Genitive | – | – | ἀσκῶν |
| Dative | ἀσκῷ | – | ἀσκοῖς |
| Accusative | ἀσκόν, ἀσκὸν | – | – |
| Vocative | – | – | – |
-
…θερμάσμασι μὲν πρῶτον οὐκ ἀπὸ τρόπου ἐστὶ χρησάμενον πειρηθῆναι διαλῦσαι τὴν ὀδύνην. Θερμασμάτων δὲ κράτιστον μὲν ὕδωρ θερμὸν ἐν ἀσκῷ, ἢ ἐν κύστει, ἢ ἐν χαλκῷ ἀγγείῳ, ἢ ἐν ὀστρακίνῳ · προϋποτιθέναι δὲ χρὴ μαλθακόν τι πρὸς…
Hippocrates, Regimen in Acute Diseases
-
…Περσικῆς στρατιῆς αὐτοῦ ταύτῃ διεφθάρη καὶ δὴ καὶ αὐτὸς Κῦρος τελευτᾷ, βασιλεύσας τὰ πάντα ἑνὸς δέοντα τριήκοντα ἔτεα. ἀσκὸν δὲ πλήσασα αἵματος ἀνθρωπηίου Τόμυρις ἐδίζητο ἐν τοῖσι τεθνεῶσι τῶν Περσέων τὸν Κύρου νέκυν, ὡς δὲ εὗρε, ἐναπῆκε…
Herodotus, The Histories
-
…τάδʼ ἔδωκε χαριζόμενος φιλότητι Αἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν, ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν. ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων · ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν…
Homer, Odyssey
-
…τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ, εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα. ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα κωρύκῳ · ἐν δέ…
Homer, Odyssey
-
…ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν. δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο, ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα · κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων, ἠμὲν παυέμεναι ἠδʼ…
Homer, Odyssey