ἄρδην
ἄρδην, lifted up, on high; utterly
Other forms of ἄρδην: ἄρδην
-
…ἐκ δʼ ἀρὰς κακὰς ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις. καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν, ἔκ τʼ εὐκροτήτου χαλκέας ἄρδην πρόχου χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν θηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην, καὶ…
Sophocles, Antigone
-
…δορὸς ἐρρύσατʼ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ ; τίς ταῦτʼ ἀπεῖρξεν ; οὐχ ὅδʼ ἦν ὁ δρῶν τάδε, ὃν οὐδαμοῦ φής, οὗ…
Sophocles, Ajax
-
…ψυχᾷ θράσος ἧσται θεοσεβῆ φῶτα κεδνὰ πράξειν. ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία, νέκυν μὲν ἤδη πάντʼ ἔχοντα πρόσπολοι φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν · ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται, προσείπατʼ ἐξιοῦσαν ὑστάτην ὁδόν. καὶ…
Euripides, Alcestis
-
…αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι, κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ συγχώσειεν τῶν οὐρανίων ἄστρων διόδους · εἴς τε κελαινὸν Τάρταρον ἄρδην ῥίψειε δέμας τοὐμὸν ἀνάγκης στερραῖς δίναις · πάντως ἐμέ γʼ οὐ θανατώσει. τοιάδε μέντοι τῶν φρενοπλήκτων βουλεύματʼ ἔπη τʼ…
Aeschylus, Prometheus Bound
-
…μὴ ὄντες πόλει οὐδὲν δεινόν, φύλακες δὲ νόμων τε καὶ πόλεως μὴ ὄντες ἀλλὰ δοκοῦντες ὁρᾷς δὴ ὅτι πᾶσαν ἄρδην πόλιν ἀπολλύασιν, καὶ αὖ τοῦ εὖ οἰκεῖν καὶ εὐδαιμονεῖν μόνοι τὸν καιρὸν ἔχουσιν. εἰ μὲν οὖν ἡμεῖς μὲν…
Plato, Republic