Ἀννίβας
Ἀννίβας, Hannibal
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Ἀννίβας | – | – |
| Genitive | Ἀννίβα, Ἀννίβου | – | – |
| Dative | Ἀννίβᾳ | – | – |
| Accusative | Ἀννίβαν | – | – |
| Vocative | – | – | – |
-
…δʼ ἄλλαι ἔφυγον εἰς Σηστόν, ἐκεῖθεν δὲ εἰς Βυζάντιον ἐσώθησαν. καὶ ὁ ἐνιαυτὸς ἔληγεν, ἐν ᾧ Καρχηδόνιοι Ἀννίβα ἡγουμένου στρατεύσαντες ἐπὶ Σικελίαν δέκα μυριάσι στρατιᾶς αἱροῦσιν ἐν τρισὶ μησὶ δύο πόλεις Ἑλληνίδας Σελινοῦντα καὶ Ἱμέραν. τῷ δὲ…
Xenophon, Hellenica
-
…, ἃ ἐκ πολέμων ἄλλων κόσμος αὐτοῖς περιέκειτο · δικτάτορά τε, ὡς ἐν κινδύνῳ, Φάβιον εἵλοντο Μάξιμον. Ἀννίβας δέ, θεοῦ παράγοντος αὐτόν, ἐπὶ τὸν Ἰόνιον αὖθις ἐτράπη, καὶ τὴν παράλιον ὁδεύων ἐπόρθει, λείαν τε…
Appian, The Hannibalic War
-
…τούτων τὰ μὲν ἀμφὶ Σικελίαν ἡ Σικελικὴ γραφὴ δηλοῖ, τὰ δʼ ἐν Ἰβηρίᾳ γενόμενα ἡ Ἰβηρική, καὶ ὅσα Ἀννίβας ἐς Ἰταλίαν ἐσβαλὼν ἔπραξεν, ἡ Ἀννιβαϊκὴ · τὰ δʼ ἐν Λιβύῃ γενόμενα ἀπʼ ἀρχῆς ἥδε συνάγει. Ἤρξαντο δʼ…
Appian, The Punic Wars
-
…παραθέσεως γὰρ θεωρουμένης τῆς τῶν ἀγομένων καὶ ζώντων ταλαιπωρίας, τούτους μὲν ἠλέουν, τὸν δὲ τεθνεῶτα πάντες ἐμακάριζον. Ἀννίβας δὲ διὰ τῶν προειρημένων τὴν προκειμένην διάθεσιν ἐνεργασάμενος ταῖς τῶν δυνάμεων ψυχαῖς, μετὰ ταῦτα προελθὼν αὐτὸς τούτου χάριν ἔφη…
Polybius, Histories
-
…· ὃ καὶ τέως ἄρα προορῶν ἐτόλμησεν ἐχθρῷ προσενεγκεῖν λόγον τοιόνδε, ὡς ἀπίστῳ κατηγόρῳ διὰ τὴν ἔχθραν ἐσομένῳ. Ἀννίβας δʼ οὔτε ἀπορρῖψαι τὸ ἔργον οὔτε τῷ παρʼ ἐχθροῦ πιστεῦσαι ῥᾳδίως ἀξιῶν, μεθίστατο αὐτοὺς ὡς σκεψόμενος ἐφʼ ἑαυτοῦ .…
Appian, The Hannibalic War