ἐμπειρίας
ἐμπειρία, ἐμπειρίᾱ, ἐμπειρίᾱς, ἡ, experience, practice
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ʼμπειρία, ἐμπειρία, ἡμπειρία | – | – |
| Genitive | ἐμπειρίας | – | – |
| Dative | ἐμπειρίᾳ | – | ἐμπειρίαις |
| Accusative | ἐμπειρίαν | – | ἐμπειρίας |
| Vocative | – | – | – |
-
…τῶν ἐπιόντων καταφρονήσαντες οἱ γεραίτεροι καὶ οἱ τῆς ἡλικίας ἐντὸς γεγονότες ἠξίουν αὐτοὶ μόνοι τὸν κίνδυνον ποιήσασθαι, οἱ μὲν ἐμπειρίᾳ τὴν ἀρετήν, οἱ δὲ φύσει κεκτημένοι · καὶ οἱ μὲν αὐτοὶ πολλαχοῦ ἀγαθοὶ γεγενημένοι, οἱ δʼ ἐκείνους μιμούμενοι…
Lysias, Speeches
-
…αἱ μὲν γὰρ δυνάμεις καὶ τῶν λόγων καὶ τῶν ἄλλων ἔργων ἁπάντων ἐν τοῖς εὐφυέσιν ἐγγίγνονται καὶ τοῖς περὶ τὰς ἐμπειρίας γεγυμνασμένοις · ἡ δὲ παίδευσις τοὺς μὲν τοιούτους τεχνικωτέρους καὶ πρὸς τὸ ζητεῖν εὐπορωτέρους ἐποίησεν, οἷς γὰρ νῦν ἐντυγχάνουσι…
Isocrates, Speeches
-
…καὶ γνώμην ἀτρεκῆ σχεῖν ἀδύνατον. διὸ παντελῶς βραχύ τι νομιστέον συμβάλλεσθαι τὴν κατὰ μέρος ἱστορίαν πρὸς τὴν τῶν ὅλων ἐμπειρίαν καὶ πίστιν. ἐκ μέντοι γε τῆς ἁπάντων πρὸς ἄλληλα συμπλοκῆς καὶ παραθέσεως, ἔτι δʼ ὁμοιότητος καὶ διαφορᾶς ,…
Polybius, Histories
-
…δὲ τῇ διαιρέσει τῇδε μετὰ βραχὺ συμπεσόντες, ὡς εἰκὸς ἦν, ἐς ἀλλήλους ὁ Καῖσαρ αὐτῶν συνέσει τε καὶ ἐμπειρίᾳ προύχων Λέπιδον μὲν πρότερον αὐτῶν ἣν ἐκεκλήρωτο Λιβύην, ἐπὶ δὲ τῷ Λεπίδῳ καὶ Ἀντώνιον πολέμῳ περὶ Ἄκτιον ἀφείλετο τὴν…
Appian, The Civil Wars
-
…· πολλοὺς δʼ ἅμα τῷ αὐτῷ ἀρέσκειν σφόδρα οὐ ῥᾴδιον, ἴσως δʼ οὐδʼ ἀγαθοὺς εἶναι. δεῖ δὲ καὶ ἐμπειρίαν λαβεῖν καὶ ἐν συνηθείᾳ γενέσθαι, ὃ παγχάλεπον. διὰ τὸ χρήσιμον δὲ καὶ τὸ ἡδὺ πολλοῖς ἀρέσκειν ἐνδέχεται ·…
Aristotle, Nicomachean Ethics