ἐνταυθοῖ
ἐνταυθοῖ, hither, here
Other forms of ἐνταυθοῖ: ἐνταυθοῖ, τἀνταυθοῖ
-
…νομίζεται ἔσχατα κακῶν εἶναι · ἐμοὶ δὲ οὔτε ἐξιόντι ἕωθεν οἴκοθεν ἠναντιώθη τὸ τοῦ θεοῦ σημεῖον, οὔτε ἡνίκα ἀνέβαινον ἐνταυθοῖ ἐπὶ τὸ δικαστήριον, οὔτε ἐν τῷ λόγῳ οὐδαμοῦ μέλλοντί τι ἐρεῖν. καίτοι ἐν ἄλλοις λόγοις πολλαχοῦ δή με…
Plato, Apology
-
…ἀνέπειθον οἱ δὲ καὶ αὐτοὶ πεπεισμένοι ἄλλους πείθοντες οὗτοι πάντες ἀπορώτατοί εἰσιν · οὐδὲ γὰρ ἀναβιβάσασθαι οἷόν τʼ ἐστὶν αὐτῶν ἐνταυθοῖ οὐδʼ ἐλέγξαι οὐδένα, ἀλλʼ ἀνάγκη ἀτεχνῶς ὥσπερ σκιαμαχεῖν ἀπολογούμενόν τε καὶ ἐλέγχειν μηδενὸς ἀποκρινομένου. ἀξιώσατε οὖν καὶ ὑμεῖς…
Plato, Apology
-
…εἴπερ ὑπʼ ἐμοῦ τι κακὸν ἐπεπόνθεσαν αὐτῶν οἱ οἰκεῖοι, νῦν μεμνῆσθαι καὶ τιμωρεῖσθαι. πάντως δὲ πάρεισιν αὐτῶν πολλοὶ ἐνταυθοῖ οὓς ἐγὼ ὁρῶ, πρῶτον μὲν Κρίτων οὑτοσί, ἐμὸς ἡλικιώτης καὶ δημότης, Κριτοβούλου τοῦδε πατήρ, ἔπειτα Λυσανίας…
Plato, Apology
-
…τοῦτο ἐνίοις ἱκανὸν ἔσται. ὅπως τοίνυν μὴ φανήσεται ἐν τῷ λόγῳ τοῖς τριάκοντα ἐναντιούμενος · εἰ δὲ μή, ἐνταυθοῖ δῆλος ἔσται ὅτι ἐκεῖνά τε αὐτῷ ἤρεσκε, καὶ τοσοῦτον ἐδύνατο ὥστε ἐναντιούμενος μηδὲν κακὸν παθεῖν ὑπʼ αὐτῶν. χρῆν…
Lysias, Speeches
-
…πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν · ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων · κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω πάντων μνηστήρων, ἐπεὶ οὔ τοι…
Homer, Odyssey