ἔναγχός
ἔναγχος, just now, lately
Other forms of ἔναγχος: ἔναγχος, ἔναγχός, Ἔναγχός
-
…οὐδὲ ἐλπίδα ἔχοντος ἐς διόρθωσιν. ἐπὶ δὲ τῷ δουλικῷ δυσχεράνας ὡς ἀστρατεύτῳ καὶ οὔποτε ἐς δεσπότας πιστῷ, τὸ ἔναγχος ἐπήνεγκεν ἐν Σικελίᾳ δεσποτῶν πάθος ὑπὸ θεραπόντων γενόμενον, ηὐξημένων κἀκείνων ἀπὸ γεωργίας, καὶ τὸν ἐπʼ αὐτοὺς Ῥωμαίων πόλεμον…
Appian, The Civil Wars
-
…Κλειτοφῶν Σωκράτης Κλειτοφῶν Κλειτοφῶντα τὸν Ἀριστωνύμου τις ἡμῖν διηγεῖτο ἔναγχος, ὅτι Λυσίᾳ διαλεγόμενος τὰς μὲν μετὰ Σωκράτους διατριβὰς ψέγοι, τὴν Θρασυμάχου δὲ συνουσίαν ὑπερεπαινοῖ. ὅστις, ὦ…
Plato, Cleitophon
-
…οὗτος Ἀπολλόδωρος, οὐ περιμένεις ; κἀγὼ ἐπιστὰς περιέμεινα. καὶ ὅς, Ἀπολλόδωρε, ἔφη, καὶ μὴν καὶ ἔναγχός σε ἐζήτουν βουλόμενος διαπυθέσθαι τὴν Ἀγάθωνος συνουσίαν καὶ Σωκράτους καὶ Ἀλκιβιάδου καὶ τῶν ἄλλων τῶν τότε ἐν τῷ συνδείπνῳ παραγενομένων…
Plato, Symposium
-
…οὖν, ὦ Λυσίμαχε. τοῦτο μέν σοι κἂν ἐγὼ ἔχοιμι εἰπεῖν οὐ χεῖρον Λάχητος · καὶ γὰρ αὐτῷ μοι ἔναγχος ἄνδρα προυξένησε τῷ ὑεῖ διδάσκαλον μουσικῆς, Ἀγαθοκλέους μαθητὴν Δάμωνα, ἀνδρῶν χαριέστατον οὐ μόνον τὴν μουσικήν, ἀλλὰ καὶ…
Plato, Laches
-
…ἐᾶν χαίρειν. ῥᾴδιον, ὦ Σώκρατες, νῦν γε οὕτω φαίνεται · ἀτὰρ κινδυνεύεις ἐρωτᾶν οἷον καὶ αὐτοῖς ἡμῖν ἔναγχος εἰσῆλθε διαλεγομένοις, ἐμοί τε καὶ τῷ σῷ ὁμωνύμῳ τούτῳ Σωκράτει. τὸ ποῖον δή, ὦ Θεαίτητε ; περὶ…
Plato, Theaetetus