ἔφορος
ἔφορος, an overseer, guardian, ruler
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἔφορος | – | ἔφοροι |
| Genitive | ἐφόρου | – | ἐφόρων |
| Dative | – | – | ἐφόροις |
| Accusative | ἔφορον | – | ἐφόρους |
| Vocative | – | – | ἔφοροι |
-
…πραττόντων δυνήσονται · καὶ ὑμᾶς ἡγοῦντο τῶν παρόντων κακῶν ἐπιθυμοῦντας ἀπαλλαγῆναι περὶ τῶν μελλόντων οὐκ ἐνθυμήσεσθαι. ὡς τοίνυν τῶν ἐφόρων ἐγένετο, μάρτυρας ὑμῖν παρέξομαι, οὐ τοὺς τότε συμπράττοντας οὐ γὰρ ἂν δυναίμην, ἀλλὰ τοὺς αὐτοῦ Ἐρατοσθένους ἀκούσαντας…
Lysias, Speeches
-
…ἡ ναυμαχία καὶ ἡ συμφορὰ τῇ πόλει ἐγένετο, δημοκρατίας ἔτι οὔσης, ὅθεν τῆς στάσεως ἦρξαν, πέντε ἄνδρες ἔφοροι κατέστησαν ὑπὸ τῶν καλουμένων ἑταίρων, συναγωγεῖς μὲν τῶν πολιτῶν ἄρχοντες δὲ τῶν συνωμοτῶν, ἐναντία δὲ τῷ ὑμετέρῳ πλήθει…
Lysias, Speeches
-
…βουλευόμενοι τὰ προσταχθέντα ἐχειροτόνησαν. παρήγγελτο γὰρ αὐτοῖς δέκα μὲν οὓς Θηραμένης ἀπέδειξε χειροτονῆσαι, δέκα δὲ οὓς οἱ καθεστηκότες ἔφοροι κελεύοιεν, δέκα δʼ ἐκ τῶν παρόντων · οὕτω γὰρ τὴν ὑμετέραν ἀσθένειαν ἑώρων καὶ τὴν αὑτῶν δύναμιν ἠπίσταντο ,…
Lysias, Speeches
-
…καὶ τάδʼ ἐννοήσατε. καλλίστη μὲν γὰρ δήπου δοκεῖ πολιτεία εἶναι ἡ Λακεδαιμονίων · εἰ δὲ ἐκείνῃ ἐπιχειρήσειέ τις τῶν ἐφόρων ἀντὶ τοῦ τοῖς πλείοσι πείθεσθαι ψέγειν τε τὴν ἀρχὴν καὶ ἐναντιοῦσθαι τοῖς πραττομένοις, οὐκ ἂν οἴεσθε αὐτὸν καὶ ὑπʼ…
Xenophon, Hellenica
-
…τοῖς Ἀθηναίοις, ἔπεμψαν αὐτοὺς εἰς Λακεδαίμονα. οἱ δʼ ἐπεὶ ἦσαν ἐν Σελλασίᾳ πλησίον τῆς Λακωνικῆς καὶ ἐπύθοντο οἱ ἔφοροι αὐτῶν ἃ ἔλεγον, ὄντα οἷάπερ καὶ πρὸς Ἆγιν, αὐτόθεν αὐτοὺς ἐκέλευον ἀπιέναι, καὶ εἴ τι δέονται εἰρήνης…
Xenophon, Hellenica