ἔφορος
ἔφορος, an overseer, guardian, ruler
- overseer, guardian, ruler, στρατιᾶς A. Pers. 25 (anap.); χώρας S. OC 145 (lyr.); σφαγίων E. Rh. 30 (lyr.); τῶν παίδων Pl. Phdr. 265c; καρπῶν, οἰάκων, Aristid. Or. 41 (4). 10, 42 (6). 4; ὁ τῆς γενέσεως ἔ. θεός Procl. in Ti. 1.53 D., al.: as fem., Ael. Fr. 160: later in neut. pl., ἔφορα Iamb. Myst. 4.1.
- II at Sparta, ἔφοροι, οἱ, the ephors, Hdt. 1.65, 6.82, 9.76, Pl. Lg. 692a, Arist. Pol. 1265b39, 1272a5; also, title of magistrates at Heraclea, Tab.Heracl. 1.1, al.; at Thera, Test.Epict. 4.1; in the Eleuthero-Laconian cities, IG 5(1).1110, al.; also of officials of corporations, ib. 209.8 (sg.), 26.4 (pl.).
1. opzichter, overste:
2. in Sparta efoor (bestuurder).
- Ian overseer, guardian, ruler, Aesch., Soph.
- IIat Sparta, ἔφοροι, οἱ, the Ephors, a body of five magistrates, who controlled even the kings, Hdt., etc.
-
…πραττόντων δυνήσονται · καὶ ὑμᾶς ἡγοῦντο τῶν παρόντων κακῶν ἐπιθυμοῦντας ἀπαλλαγῆναι περὶ τῶν μελλόντων οὐκ ἐνθυμήσεσθαι. ὡς τοίνυν τῶν ἐφόρων ἐγένετο, μάρτυρας ὑμῖν παρέξομαι, οὐ τοὺς τότε συμπράττοντας οὐ γὰρ ἂν δυναίμην, ἀλλὰ τοὺς αὐτοῦ Ἐρατοσθένους ἀκούσαντας…
Lysias, Speeches
-
…ἡ ναυμαχία καὶ ἡ συμφορὰ τῇ πόλει ἐγένετο, δημοκρατίας ἔτι οὔσης, ὅθεν τῆς στάσεως ἦρξαν, πέντε ἄνδρες ἔφοροι κατέστησαν ὑπὸ τῶν καλουμένων ἑταίρων, συναγωγεῖς μὲν τῶν πολιτῶν ἄρχοντες δὲ τῶν συνωμοτῶν, ἐναντία δὲ τῷ ὑμετέρῳ πλήθει…
Lysias, Speeches
-
…βουλευόμενοι τὰ προσταχθέντα ἐχειροτόνησαν. παρήγγελτο γὰρ αὐτοῖς δέκα μὲν οὓς Θηραμένης ἀπέδειξε χειροτονῆσαι, δέκα δὲ οὓς οἱ καθεστηκότες ἔφοροι κελεύοιεν, δέκα δʼ ἐκ τῶν παρόντων · οὕτω γὰρ τὴν ὑμετέραν ἀσθένειαν ἑώρων καὶ τὴν αὑτῶν δύναμιν ἠπίσταντο ,…
Lysias, Speeches
-
…καὶ τάδʼ ἐννοήσατε. καλλίστη μὲν γὰρ δήπου δοκεῖ πολιτεία εἶναι ἡ Λακεδαιμονίων · εἰ δὲ ἐκείνῃ ἐπιχειρήσειέ τις τῶν ἐφόρων ἀντὶ τοῦ τοῖς πλείοσι πείθεσθαι ψέγειν τε τὴν ἀρχὴν καὶ ἐναντιοῦσθαι τοῖς πραττομένοις, οὐκ ἂν οἴεσθε αὐτὸν καὶ ὑπʼ…
Xenophon, Hellenica
-
…τοῖς Ἀθηναίοις, ἔπεμψαν αὐτοὺς εἰς Λακεδαίμονα. οἱ δʼ ἐπεὶ ἦσαν ἐν Σελλασίᾳ πλησίον τῆς Λακωνικῆς καὶ ἐπύθοντο οἱ ἔφοροι αὐτῶν ἃ ἔλεγον, ὄντα οἷάπερ καὶ πρὸς Ἆγιν, αὐτόθεν αὐτοὺς ἐκέλευον ἀπιέναι, καὶ εἴ τι δέονται εἰρήνης…
Xenophon, Hellenica
-
…ἐπεὶ ἦσαν ἐν Σελλασίᾳ, ἐρωτώμενοι δὲ ἐπὶ τίνι λόγῳ ἥκοιεν εἶπον ὅτι αὐτοκράτορες περὶ εἰρήνης, μετὰ ταῦτα οἱ ἔφοροι καλεῖν ἐκέλευον αὐτούς. ἐπεὶ δʼ ἧκον, ἐκκλησίαν ἐποίησαν, ἐν ᾗ ἀντέλεγον Κορίνθιοι καὶ Θηβαῖοι μάλιστα, πολλοὶ…
Xenophon, Hellenica
-
…μὲν κατέχοι, εἶτα κελεύοι εἰς Λακεδαίμονα ἰέναι · οὐ γὰρ εἶναι κύριος ὧν ἐρωτῷτο ὑπʼ αὐτοῦ, ἀλλὰ τοὺς ἐφόρους. μετὰ ταῦτα ᾑρέθη πρεσβευτὴς εἰς Λακεδαίμονα αὐτοκράτωρ δέκατος αὐτός. Λύσανδρος δὲ τοῖς ἐφόροις ἔπεμψεν ἀγγελοῦντα μετʼ ἄλλων Λακεδαιμονίων…
Xenophon, Hellenica
-
…τοῖς πλείοσι πείθεσθαι ψέγειν τε τὴν ἀρχὴν καὶ ἐναντιοῦσθαι τοῖς πραττομένοις, οὐκ ἂν οἴεσθε αὐτὸν καὶ ὑπʼ αὐτῶν τῶν ἐφόρων καὶ ὑπὸ τῆς ἄλλης ἁπάσης πόλεως τῆς μεγίστης τιμωρίας ἀξιωθῆναι ; καὶ ὑμεῖς οὖν, ἐὰν σωφρονῆτε, οὐ τούτου…
Xenophon, Hellenica
-
…δέονται τοῖς ἐν τῷ Πειραιεῖ πολεμεῖν, ἀλλὰ διαλυθέντες κοινῇ ἀμφότεροι Λακεδαιμονίοις φίλοι εἶναι. ἡδέως δὲ ταῦτα καὶ Ναυκλείδας ἔφορος ὢν συνήκουεν · ὥσπερ γὰρ νομίζεται σὺν βασιλεῖ δύο τῶν ἐφόρων συστρατεύεσθαι, καὶ τότε παρῆν οὗτός τε καὶ ἄλλος…
Xenophon, Hellenica
-
…, εἰ φίλοι φασὶν εἶναι Λακεδαιμονίοις, παραδιδόναι τόν τε Πειραιᾶ καὶ τὴν Μουνιχίαν. ἀκούσαντες δὲ πάντων αὐτῶν οἱ ἔφοροι καὶ οἱ ἔκκλητοι, ἐξέπεμψαν πεντεκαίδεκα ἄνδρας εἰς τὰς Ἀθήνας, καὶ ἐπέταξαν σὺν Παυσανίᾳ διαλλάξαι ὅπῃ δύναιντο κάλλιστα .…
Xenophon, Hellenica