ἕδους
ἕδος, a sitting-place
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἕδος | – | – |
| Genitive | ἕδους | – | ἑδέων |
| Dative | – | – | – |
| Accusative | ἕδος | – | ἕδη |
| Vocative | ἕδος | – | – |
-
…, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος · ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον · οὐχ ἕδος · εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ…
Homer, Iliad
-
…ἑ μήτηρ ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο. Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο. τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα, ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι, πόλλʼ ἀεκαζομένῃ…
NA, Homeric Hymns
-
…παῖ Διός, ὅθεν πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ. σύ τε, μάκαιρʼ ἄνασσʼ Ὄγκα, πρὸ πόλεως ἑπτάπυλον ἕδος ἐπιρρύου. ἰὼ παναρκεῖς θεοί, ἰὼ τέλειοι τέλειαί τε γᾶς τᾶσδε πυργοφύλακες, πόλιν δορίπονον μὴ προδῶθʼ ἑτεροφώνῳ στρατῷ…
Aeschylus, Seven Against Thebes
-
…φαεινοῦ, ἀλλʼ ἀκέουσα ἔμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα, πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας. ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην · δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ…
NA, Homeric Hymns
-
…ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε. Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον · οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις. αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι ὅν τινα τοῦτον ἄγεις βεβλημένον ·…
Homer, Iliad