ἕστε
ἔστε, ἔστε, (rare in prose) until; so long as, while
Other forms of ἔστε: ἔστʼ, ἕστʼ, ἔστε, Ἔστʼ
-
…χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας. τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα. ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος, ἔστʼ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ. πάλαι πρὸς ἄλλοις ταῦτʼ ἀφιερώμεθα οἴκοισι, καὶ βοτοῖσι καὶ…
Aeschylus, Eumenides
-
…δυοῖν βροτοῖν. Ἕκτωρ μέν, ᾧ δὴ τοῦδʼ ἐδωρήθη πάρα, ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων ἐκνάπτετʼ αἰέν, ἔστʼ ἀπέψυξεν βίον · οὗτος δʼ ἐκείνου τήνδε δωρεὰν ἔχων πρὸς τοῦδʼ ὄλωλε θανασίμῳ πεσήματι. ἆρʼ οὐκ Ἐρινὺς τοῦτʼ ἐχάλκευσεν…
Sophocles, Ajax
-
…οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ οὔτʼ ἀνθεμώδους ἦρος οὔτε καρπίμου θέρους βέβαιον, ἀλλʼ ἄτερ γνώμης τὸ πᾶν ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις. καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων, ἐξηῦρον αὐτοῖς…
Aeschylus, Prometheus Bound
-
…ἰὼ ἰὼ μοῖρα μοῖρα, πέφρικʼ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς. πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ · ἐπίσχες ἔστʼ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς. λέγʼ, ἐκδίδασκε · τοῖς νοσοῦσί τοι γλυκὺ τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς .…
Aeschylus, Prometheus Bound
-
…πεφευγότες, ἐγερτὶ κινῶν ἄνδρʼ ἀνὴρ ἐπιρρόθοις κακοῖσιν, εἴ τις τοῦδʼ ἀκηδήσοι πόνου. χρόνον τάδʼ ἦν τοσοῦτον, ἔστʼ ἐν αἰθέρι μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος καὶ καῦμʼ ἔθαλπε · καὶ τότʼ ἐξαίφνης χθονὸς τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος…
Sophocles, Antigone