Ἐπιστολὴν
ἐπιστολή, ἐπιστολή, message, order sent by messenger; letter
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἐπιστολὴ | – | ἐπιστολαί, ἐπιστολαὶ |
| Genitive | ἐπιστολῆς | – | ἐπιστολῶν |
| Dative | ἐπιστολῇ | – | ἐπιστολαῖς |
| Accusative | ἐπιστολήν, ἐπιστολὴν | – | ἐπιστολάς, ἐπιστολὰς |
| Vocative | – | – | – |
-
…ὧν δέονται πάντων πεπραγότες εἶεν παρὰ βασιλέως, καὶ Κῦρος, ἄρξων πάντων τῶν ἐπὶ θαλάττῃ καὶ συμπολεμήσων Λακεδαιμονίοις, ἐπιστολήν τε ἔφερε τοῖς κάτω πᾶσι τὸ βασίλειον σφράγισμα ἔχουσαν, ἐν ᾗ ἐνῆν καὶ τάδε · Καταπέμπω Κῦρον κάρανον τῶν…
Xenophon, Hellenica
-
…ποιούμενος. κἀγὼ διʼ αἰδοῦς εἶπον · Ὦ ξένʼ, οὐχ ἑκὼν ἄγω σε, Πενθέως δʼ ὅς μʼ ἔπεμψʼ ἐπιστολαῖς. ἃς δʼ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης, φροῦδαί γʼ ἐκεῖναι λελυμέναι…
Euripides, Bacchae
-
…ὑμᾶς. ἢ οὐ δεινὸν ὑμῖν εἶναι δοκεῖ, εἰ τὸ μὲν βουλευτήριον καὶ ὁ δῆμος παρορᾶται, αἱ δʼ ἐπιστολαὶ καὶ αἱ πρεσβεῖαι ἀφικνοῦνται εἰς ἰδιωτικὰς οἰκίας, οὐ παρὰ τῶν τυχόντων ἀνθρώπων, ἀλλὰ παρὰ τῶν πρωτευόντων ἐν τῇ…
Aeschines, Speeches
-
…μὲν ἐς τηλουρὸν ἥκομεν πέδον, Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν. Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις. τὸ σὸν…
Aeschylus, Prometheus Bound
-
…Θηραμένης μάλιστα, δικαίους εἶναι λόγον ὑποσχεῖν διότι οὐκ ἀνείλοντο τοὺς ναυαγούς. ὅτι μὲν γὰρ οὐδενὸς ἄλλου καθήπτοντο, ἐπιστολὴν ἐπεδείκνυε μαρτύριον ἣν ἔπεμψαν οἱ στρατηγοὶ εἰς τὴν βουλὴν καὶ εἰς τὸν δῆμον, ἄλλο οὐδὲν αἰτιώμενοι ἢ τὸν χειμῶνα…
Xenophon, Hellenica