Ἥφαιστος
Ἥφαιστος, Hephaestus, god of fire
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | Ἥφαιστος, Ἥφαιστός | – | – |
| Genitive | Ἁφαίστου, Ἡφαίστοιο, Ἡφαίστου | – | – |
| Dative | Ἡφαίστῳ | – | – |
| Accusative | Ἥφαιστον | – | – |
| Vocative | Ἥφαιστʼ, Ἥφαιστε | – | – |
-
…τοῦ Διὸς οἴκησιν οὐκέτι ἐνεχώρει εἰσελθεῖν πρὸς δὲ καὶ αἱ Διὸς φυλακαὶ φοβεραὶ ἦσαν εἰς δὲ τὸ τῆς Ἀθηνᾶς καὶ Ἡφαίστου οἴκημα τὸ κοινόν, ἐν ᾧ ἐφιλοτεχνείτην, λαθὼν εἰσέρχεται, καὶ κλέψας τήν τε ἔμπυρον τέχνην τὴν τοῦ Ἡφαίστου…
Plato, Protagoras
-
…Ἡφαίστου οἴκημα τὸ κοινόν, ἐν ᾧ ἐφιλοτεχνείτην, λαθὼν εἰσέρχεται, καὶ κλέψας τήν τε ἔμπυρον τέχνην τὴν τοῦ Ἡφαίστου καὶ τὴν ἄλλην τὴν τῆς Ἀθηνᾶς δίδωσιν ἀνθρώπῳ, καὶ ἐκ τούτου εὐπορία μὲν ἀνθρώπῳ τοῦ βίου γίγνεται, Προμηθέα…
Plato, Protagoras
-
…καὶ ἄνθρωπον ἐξιέναι ἐκ γῆς εἰς φῶς. ἀπορίᾳ οὖν σχόμενος ὁ Προμηθεὺς ἥντινα σωτηρίαν τῷ ἀνθρώπῳ εὕροι, κλέπτει Ἡφαίστου καὶ Ἀθηνᾶς τὴν ἔντεχνον σοφίαν σὺν πυρί ἀμήχανον γὰρ ἦν ἄνευ πυρὸς αὐτὴν κτητήν τῳ ἢ χρησίμην γενέσθαι καὶ οὕτω…
Plato, Protagoras
-
…θυμῷ. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν…
Homer, Odyssey
-
…τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ · οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο · τεῖρε δʼ ἀϋτμὴ Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα · Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε…
Homer, Iliad