ἰλῶν
ἴλη, a crowd, band, troop
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἴλα, ἴλη, εἴλη | – | – |
| Genitive | ἴλης | – | – |
| Dative | – | – | – |
| Accusative | εἴλην | – | εἴλας, ἴλας |
| Vocative | – | – | – |
-
…τὴν χειμερινήν. ἄλλα δέ σφι ἐξευρῆσθαι δένδρεα καρποὺς τοιούσδε τινὰς φέροντα, τοὺς ἐπείτε ἂν ἐς τὠυτὸ συνέλθωσι κατὰ εἴλας καὶ πῦρ ἀνακαύσωνται κύκλῳ περιιζομένους ἐπιβάλλειν ἐπὶ τὸ πῦρ, ὀσφραινομένους δὲ καταγιζομένου τοῦ καρποῦ τοῦ ἐπιβαλλομένου μεθύσκεσθαι τῇ ὀσμῇ…
Herodotus, The Histories
-
…ποιμνίτας ὑμεναίους. σὺν δʼ ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαί τε λύγκες, ἔβα δὲ λιποῦσʼ Ὄθρυος νάπαν λεόντων ἁ δαφοινὸς ἴλα · χόρευσε δʼ ἀμφὶ σὰν κιθάραν, Φοῖβε, ποικιλόθριξ νεβρὸς ὑψικόμων πέραν βαίνουσʼ ἐλατᾶν σφυρῷ κούφῳ, χαίρουσʼ εὔφρονι…
Euripides, Alcestis
-
…κοίλην κάπετον χερσὶ ταχύνατε, τοὶ δʼ ὑψίβατον τρίποδʼ ἀμφίπυρον λουτρῶν ὁσίων θέσθʼ ἐπίκαιρον · μία δʼ ἐκ κλισίας ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον κόσμον φερέτω. παῖ, σὺ δὲ πατρός γʼ, ὅσον ἰσχύεις, φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ…
Sophocles, Ajax
-
…μὲν γαμβρὸν Μήδων δὲ βασιλέα, Κῦρος ὁ Καμβύσεω καταστρεψάμενος εἶχε, γενόμενον γαμβρὸν Κροίσῳ ὧδε. Σκυθέων τῶν νομάδων εἴλη ἀνδρῶν στασιάσασα ὑπεξῆλθε ἐς γῆν τὴν Μηδικήν · ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον Μήδων Κυαξάρης ὁ Φραόρτεω τοῦ Δηιόκεω ,…
Herodotus, The Histories
-
…δὲ μέσον οἱ ἄλλοι στρατηγοί. ἐθεώρει οὖν ὁ Κῦρος πρῶτον μὲν τοὺς βαρβάρους · οἱ δὲ παρήλαυνον τεταγμένοι κατὰ ἴλας καὶ κατὰ τάξεις · εἶτα δὲ τοὺς Ἕλληνας, παρελαύνων ἐφʼ ἅρματος καὶ ἡ Κίλισσα ἐφʼ ἁρμαμάξης. εἶχον δὲ…
Xenophon, Anabasis