ἵλαον
ἵλαος, propitious, gracious
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | ἵλαος, ἵλεως, ἵλεώς | ἵλαος, ἵλεως | ἵλεων, ἵλεών |
| Genitive | – | – | – |
| Dative | – | ἵλεῳ | ἵλεῳ |
| Accusative | ἵλαον, ἵλεων | ἵλεων | ἵλεων |
| Vocative | – | – | – |
| Masculine | |
|---|---|
| Nominative | ἵλεω |
| Genitive | – |
| Dative | – |
| Accusative | – |
| Vocative | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | ἵλεῳ | ἵλαοι, ἵλεῳ | ἵλεά |
| Genitive | ἵλεων | – | ἵλεων |
| Dative | – | – | – |
| Accusative | – | – | – |
| Vocative | – | – | – |
-
…ξύνειμι νῦν εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά. ταῦτʼ, ὦ Λύκειʼ Ἄπολλον, ἵλεως κλύων δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα. τὰ δʼ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ ἐπαξιῶ σε δαίμονʼ ὄντʼ ἐξειδέναι ·…
Sophocles, Electra
-
…ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι, ἠμὲν ὅτʼ εὐνάζῃ καὶ ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ, ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν, ὄφρʼ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος. τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν…
Hesiod, Works and Days
-
…εἵνεκα κούρης οἴης · νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας, ἄλλά τε πόλλʼ ἐπὶ τῇσι · σὺ δʼ ἵλαον ἔνθεο θυμόν, αἴδεσσαι δὲ μέλαθρον · ὑπωρόφιοι δέ τοί εἰμεν πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων…
Homer, Iliad
-
…, ἀλλʼ ὅσον τάχος χωρεῖν ἔσω, πατρῷα προσκύσανθʼ ἕδη θεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε. ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ ἀφʼ ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί. νῦν δʼ…
Sophocles, Electra
-
…καὶ Μαιάδος υἱέ, ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων, ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε Ἑστίῃ · ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων εἰδότες ἔργματα καλὰ νόῳ θʼ ἕσπεσθε καὶ…
NA, Homeric Hymns