ὀλιγαρχίας
ὀλιγαρχία, an oligarchy, government in the hands of a few families
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ὀλιγαρχία | – | ὀλιγαρχίαι |
| Genitive | ὀλιγαρχίας | – | ὀλιγαρχιῶν |
| Dative | ὀλιγαρχίᾳ | – | ὀλιγαρχίαις |
| Accusative | ὀλιγαρχίαν | – | ὀλιγαρχίας |
| Vocative | – | – | – |
-
…ἐκείνῳ συνόντας τιμᾶσθαι πειρωμένους, ὥσπερ πολλῶν ἀγαθῶν αἰτίου ἀλλʼ οὐ μεγάλων κακῶν γεγενημένου. ὃς πρῶτον μὲν τῆς προτέρας ὀλιγαρχίας αἰτιώτατος ἐγένετο, πείσας ὑμᾶς τὴν ἐπὶ τῶν τετρακοσίων πολιτείαν ἑλέσθαι. καὶ ὁ μὲν πατὴρ αὐτοῦ τῶν προβούλων ὢν…
Lysias, Speeches
-
…αὑτοὺς φίλους ὄντας ἀποφαίνειν, οὐχ ὑπὲρ ὑμῶν ἀποθανόντος Θηραμένους ἀλλʼ ὑπὲρ τῆς αὑτοῦ πονηρίας, καὶ δικαίως μὲν ἐν ὀλιγαρχίᾳ δίκην δόντος ἤδη γὰρ αὐτὴν κατέλυσε, δικαίως δʼ ἂν ἐν δημοκρατίᾳ · δὶς γὰρ ὑμᾶς κατεδουλώσατο, τῶν μὲν…
Lysias, Speeches
-
…. οὐ γὰρ νῦν πρῶτον τῷ ὑμετέρῳ πλήθει τὰ ἐναντία ἔπραξεν, ἀλλὰ καὶ ἐπὶ τῶν τετρακοσίων ἐν τῷ στρατοπέδῳ ὀλιγαρχίαν καθιστὰς ἔφευγεν ἐξ Ἑλλησπόντου τριήραρχος καταλιπὼν τὴν ναῦν, μετὰ Ἰατροκλέους καὶ ἑτέρων, ὧν τὰ ὀνόματα οὐδὲν δέομαι λέγειν…
Lysias, Speeches
-
…δὲ Θεόκριτος οὗτος ἑταῖρος ἦν τῷ Ἀγοράτῳ καὶ ἐπιτήδειος. ἡ δὲ βουλὴ ἡ πρὸ τῶν τριάκοντα βουλεύουσα διέφθαρτο καὶ ὀλιγαρχίας ἐπεθύμει, ὡς ἴστε, μάλιστα. τεκμήριον δέ · οἱ γὰρ πολλοὶ ; οἱ ; ἐξ ἐκείνης τῆς βουλῆς…
Lysias, Speeches
-
…ὑμῖν οὕτως ἐγνωσμένα, ἀλλʼ ἐν ἁπάσῃ τῇ Ἑλλάδι · περὶ τούτου γὰρ μόνου τοῦ ἀδικήματος καὶ ἐν δημοκρατίᾳ καὶ ὀλιγαρχίᾳ ἡ αὐτὴ τιμωρία τοῖς ἀσθενεστάτοις πρὸς τοὺς τὰ μέγιστα δυναμένους ἀποδέδοται, ὥστε τὸν χείριστον τῶν αὐτῶν τυγχάνειν τῷ βελτίστῳ…
Lysias, Speeches