ὀφρὺν
ὀφρῦς, brow, eyebrow
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ὀφρύς, ὀφρὺς, ὀφρῦς | – | – |
| Genitive | ὀφρύος | – | ὀφρύων |
| Dative | – | – | ὀφρύσι, ὀφρύσιν |
| Accusative | ὀφρύν, ὀφρὺν, ὀφρῦν | – | ὀφρύας, ὀφρῦς |
| Vocative | – | – | – |
-
…τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν. ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε · νόησε δὲ δῖος Ὀδυσσεύς, ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, στῆ δὲ πάροιθʼ αὐτῆς…
Homer, Odyssey
-
…, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα. ὣς φάτο · μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς · ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ · ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον…
NA, Homeric Hymns
-
…οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης · ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο Ἕκτορος · αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ Ζεύς, ὅς…
Homer, Iliad
-
…ὅτι αὐτὸν ἐξελέγχω. κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα ἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν, ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά, ἄγνωτα τοῖς θεωμένοις. οἴμοι τάλας. σιώπα. σαφὲς δʼ ἂν…
Aristophanes, Frogs
-
…βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ. ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν αὐτοῦ πρόσθε ποδῶν · ὃ δʼ…
Homer, Iliad