ὀχυρότητος
ὀχυρότης, firmness, strength
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | – |
| Genitive | – | – | – |
| Dative | ὀχυρότητι | – | – |
| Accusative | ὀχυρότητα | – | ὀχυρότητας |
| Vocative | – | – | – |
-
…ἐγγὺς πηγὴν ἀναδιδόντος. ταῦτʼ οὖν προοικονομησάμενος ὁ Σίλβας ἐπὶ τὴν πολιορκίαν ἐτράπετο πολλῆς ἐπιτεχνήσεως καὶ ταλαιπωρίας δεομένην διὰ τὴν ὀχυρότητα τοῦ φρουρίου τοιοῦδε τὴν φύσιν ὑπάρχοντος · Πέτραν οὐκ ὀλίγην τῇ περιόδῳ καὶ μῆκος ὑψηλὴν πανταχόθεν περιερρώγασι βαθεῖαι φάραγγες κάτωθεν…
Flavius Josephus, Jewish War
-
…ὀχυρωτάτους τόπους καὶ δοκοῦντας ὑπὸ τῶν ἐναντίων ἀπηλπίσθαι, καὶ τότε θεωρῶν κατὰ τὴν προϋπάρχουσαν δόξαν περὶ τῆς τῶν Σάρδεων ὀχυρότητος ἅπαντας ἀπεγνωκότας ὡς διὰ τοιαύτης πράξεως κυριεύσειν αὐτῆς, μίαν δὲ ταύτην ἔχοντας ἐλπίδα τοῦ διὰ τῆς ἐνδείας κρατήσειν τῆς…
Polybius, Histories
-
…ποιούμενος τὴν πορείαν εἰς τὴν Ἰθωρίαν · τοῦτο δʼ ἔστι χωρίον, ὃ κεῖται μὲν ἐπὶ τῆς παρόδου κυρίως, ὀχυρότητι δὲ φυσικῇ καὶ χειροποιήτῳ διαφέρει. συνεγγίζοντος δʼ αὐτοῦ, καταπλαγέντες οἱ φυλάττοντες ἐξέλιπον τὸν τόπον · ὁ δὲ βασιλεὺς…
Polybius, Histories
-
…δὲ τῶν Αἰγυπτίων βασιλεὺς Νεκτάνεβις ἐπυνθάνετο μὲν τὸ μέγεθος τῶν Περσικῶν δυνάμεων, ἐθάρρει δὲ μάλιστα μὲν τῇ τῆς χώρας ὀχυρότητι, δυσπροσίτου παντελῶς οὔσης τῆς Αἰγύπτου, ἔπειτα καὶ τῷ πεφράχθαι καλῶς πάσας εἰσβολὰς τάς τε ἀπὸ γῆς καὶ τὰς…
Diodorus Siculus, Library
-
…πατρίδι καὶ διʼ αὐτῶν τὸ κράτος αὔξοντες, φανερὸν δὲ πᾶσιν ἀνθρώποις καθιστάντες, ὅτι μήτε πλῆθος πολεμίων μήτε χωρίων ὀχυρότητες ἢ μεγέθη πόλεων ἢ τῶν ἀντιτεταγμένων ἀλόγιστοι τόλμαι καὶ θηριώδεις ἀγριότητες δύναιντʼ ἄν ποτε τὴν Ῥωμαίων ἀρετὴν διαφυγεῖν, κἂν…
Flavius Josephus, Jewish War