ὄνειδος
ὄνειδος, reproach, censure, blame
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ὄνειδος, τοὔνειδος | – | ὀνείδεα |
| Genitive | ὀνείδους | – | ὀνειδῶν |
| Dative | ὀνείδει | – | ὀνείδεσι, ὀνείδεσιν |
| Accusative | ὄνειδος, ὄνειδός, τοὔνειδος | – | ὀνείδεα, ὀνείδεά, ὀνείδη |
| Vocative | – | – | – |
-
…μετὰ τῶν βαρβάρων γενομένους καταδουλώσασθαι τοὺς Ἕλληνας, ἡγησάμενοι κρεῖττον εἶναι μετʼ ἀρετῆς καὶ πενίας καὶ φυγῆς ἐλευθερίαν ἢ μετʼ ὀνείδους καὶ πλούτου δουλείαν τῆς πατρίδος, ἐξέλιπον ὑπὲρ τῆς Ἑλλάδος τὴν πόλιν, ἵνʼ ἐν μέρει πρὸς ἑκατέραν ἀλλὰ μὴ…
Lysias, Speeches
-
…διʼ ὃν ἄρχουσιν οἱ ἐπιεικέστατοι, ὅταν ἐθέλωσιν ἄρχειν. ἢ οὐκ οἶσθα ὅτι τὸ φιλότιμόν τε καὶ φιλάργυρον εἶναι ὄνειδος λέγεταί τε καὶ ἔστιν ; ἔγωγε, ἔφη. διὰ ταῦτα τοίνυν, ἦν δʼ ἐγώ, οὔτε χρημάτων ἕνεκα…
Plato, Republic
-
…ἴδια καὶ δημόσια, ἀλλὰ συλλήβδην · ὧν ἐφʼ ἑκάστῳ μέρει ὅταν τις ἀδικήσας μὴ λάθῃ, ζημιοῦταί τε καὶ ὀνείδη ἔχει τὰ μέγιστα καὶ γὰρ ἱερόσυλοι καὶ ἀνδραποδισταὶ καὶ τοιχωρύχοι καὶ ἀποστερηταὶ καὶ κλέπται οἱ κατὰ μέρη ἀδικοῦντες τῶν τοιούτων…
Plato, Republic
-
…, συνδιαβάλλεσθαι δʼ ἠνάγκαζον, εἰς τοσοῦτον ὑπεροψίας ἐλθόντες ὥστε οὐ τῶν ἀγαθῶν κοινούμενοι πιστοὺς ὑμᾶς ἐκτῶντο, ἀλλὰ τῶν ὀνειδῶν μεταδιδόντες εὔνους ᾤοντο εἶναι. ἀνθʼ ὧν ὑμεῖς νῦν ἐν τῷ θαρραλέῳ ὄντες, καθʼ ὅσον δύνασθε, καὶ ὑπὲρ…
Lysias, Speeches
-
…ἀμφίβληστρον ὡς ἐκαίνισαν. πέδαις δʼ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ. αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν. ἆρʼ ἐξεγείρῃ τοῖσδʼ ὀνείδεσιν, πάτερ ; ἆρʼ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα ; ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις, ἢ τὰς ὁμοίας…
Aeschylus, Libation Bearers