ὅμου
ὁμοῦ, at the same place, together
Other forms of ὁμοῦ: ὁμοῦ
-
…λόγοι τοιοῦτοί τινες ἦσαν ἀλλʼ ἀτεχνῶς ἄτοπόν τί μοι πάθος παρῆν καί τις ἀήθης κρᾶσις ἀπό τε τῆς ἡδονῆς συγκεκραμένη ὁμοῦ καὶ ἀπὸ τῆς λύπης, ἐνθυμουμένῳ ὅτι αὐτίκα ἐκεῖνος ἔμελλε τελευτᾶν. καὶ πάντες οἱ παρόντες σχεδόν τι οὕτω διεκείμεθα…
Plato, Phaedo
-
…θρῆνον θέλω ἐμὸν τὸν αὐτῆς. ἡλίῳ δʼ ἐπεύχομαι πρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροις ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ, δούλης θανούσης, εὐμαροῦς χειρώματος. ἰὼ βρότεια πράγματʼ · εὐτυχοῦντα μὲν σκιά τις ἂν τρέψειεν · εἰ δὲ…
Aeschylus, Agamemnon
-
…, ὁ δʼ ἐσσύθη μόνος. καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας · ἔσω δʼ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ ταύρους, κύνας βοτῆρας, εὔερόν τʼ ἄγραν. καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δʼ ἄνω τρέπων ἔσφαζε κἀρράχιζε…
Sophocles, Ajax
-
…δὲ μίμνει σχισμὸς ἀμφήκει δορί. πόθεν ἐπισσύτους θεοφόρους τʼ ἔχεις ματαίους δύας, τὰ δʼ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ μελοτυπεῖς ὁμοῦ τʼ ὀρθίοις ἐν νόμοις ; πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ κακορρήμονας ; ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων. ἰὼ…
Aeschylus, Agamemnon
-
…βεβουλευκότος τοῖς φιλτάτοις ἐπικρατοῦντος. ὁμοῦ γὰρ ἠσπάζοντο γυναῖκας περιπτυσσόμενοι καὶ τέκνα προσηγκαλίζοντο τοῖς ὑστάτοις φιλήμασιν ἐμφυόμενοι καὶ δακρύοντες, ὁμοῦ δὲ καθάπερ ἀλλοτρίαις χερσὶν ὑπουργούμενοι συνετέλουν τὸ βούλευμα, τὴν ἐπίνοιαν ὧν πείσονται κακῶν ὑπὸ τοῖς πολεμίοις γενόμενοι παραμύθιον τῆς…
Flavius Josephus, Jewish War