ὁμοῦ
ὁμοῦ, at the same place, together
- I prop. of Place, at the same place, together, μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ, Ἀχιλλεῦ, ἀλλʼ ὁ. Il. 23.84; ὁ. εἶναι, opp. χωρὶς εἶναι, X. Cyr. 6.1.7, etc.; ὁ. πάντες ἀναμεμιγμένοι S. El. 715, etc.
- 2 generally, together, at once, ὁ. δʼ ἔχον ὠκέας ἵππους Il. 11.127; ἄμφω ὁ. Od. 12.424; παρῆν ὁ. κλύειν πολλὴν βοήν A. Pers. 401; χρόνος καθαιρεῖ πάντα . . ὁ. Id. Eu. 286; δυοῖν ὁ. S. OC 329; εἰ γὰρ Αἰγίσθῳ θʼ ὁ. likewise, Id. El. 1416: freq. accompanying two Substs. already connected by καί or τε, like Engl. both, εἰ δὴ ὁ. πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς Il. 1.61; ὁ. γλυφίδας τε λαβὼν καὶ νεῦρα 4.122; χίλιʼ ὑπέστη, αἶγας ὁ. καὶ ὄϊς a thousand smaller cattle, both goats and sheep, 11.245; θυμὸς τείρεθʼ ὁ. καμάτῳ τε καὶ ἱδρῷ 17.745, etc.; ἐπήγαγε λιμὸν ὁ. καὶ λοιμόν Hes. Op. 243; ἐφόνευον ἄνδρας ὁ. καὶ ἵππους X. Cyr. 3.3.64; οἴκτειρε θῆλυν ἄρσενός θʼ ὁ. γόον A. Ch. 502; πόλιν τε κἀμὲ καί σʼ ὁ. στένει S. OT 64, cf. El. 667, Aj. 1079; ὁ. ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν Ar. Eq. 431; ἱππέας τε καὶ ὁπλίτας ὁ. Th. 7.30, etc.: repeated, ὁ. μὲν . ., ὁ. δέ . . S. OT 4; cf. ὁμῶς.
- 3 c. dat., together with, along with, ὁ. νεφέεσσιν ἰών Il. 5.867; κεῖσθαι ὁ. νεκύεσσι 15.118; ὁ. τῇ λίμνῃ Hdt. 2.101; οἰμωγὴ . . ὁ. κωκύμασιν A. Pers. 426: also with ὁμοῦ following the dat., ὅσσαι μοι ὁ. τράφεν Od. 4.723; θεοῖς ὁ., = ξὺν θεοῖς, S. Aj. 767; οὔ ποτʼ εἶμι τοῖς φυτεύσασίν γʼ ὁ. will never meet them, Id. OT 1007; τοῖσιν ἐχθίστοισι συνναίειν ὁ. Id. Tr. 1237, cf. OT 337, OC 949, E. Hel. 104.
- II close at hand, ὁρῶ τάλαιναν Εὐρυδίκην ὁ. S. Ant. 1180, cf. Ar. Eq. 245, Pax 513, Th. 572, X. Cyr. 3.1.2: also c. dat., close to, τοῖς ἐμοῖς πλευροῖς ὁ. κλιθεῖσαν S. Tr. 1225, cf. X. HG 3.2.5, Pl. Thg. 129d; ὁ. τι τῷ (v.l. τοῦ) τίκτειν παρεγένεθʼ ἡ κόρη Men. 851, cf. ὁ. τι τῷ τίκτειν D.H. 1.78; ὁ. τῷ θανάτῳ ὄντας at deathʼs door, Ael. NA 4.36; ὁ. ἦν καὶ ἔχειν τὴν πόλιν καὶ τὸ γένος ὅλον μετὰ τῆς πόλεως it was much the same thing, Him. Or. 2.16.
- 2 rarely c. gen., νεὼς ὁ. στείχειν S. Ph. 1218; εἶναι ὁ. ἀλλήλων (v.l. -οις) X. An. 4.6.24; τόπου CPR 4.34 (i A.D.); κυμάτω [ν ὁ] μοῦ dub. in Archil. Supp. 2.11.
- 3 of amount, in all, in round numbers, ἀπὸ Σόλωνος ὁ. διακόσιʼ ἐστὶν ἔτη D. 19.251; εἰσὶν ὁ. δισμύριοι Id. 25.51, cf. 36.36, Men. 140; γίνονται ὁ πυροῦ ἀρτάβαι λʼ CPR 35.12(iii A.D.).
1. op dezelfde plaats;
2. dichtbij:
3. tegelijk, samen met
[ὁμός.]
- 1
In the same place, together Il. 23.84.
Into the same place, together: θῆρας ὁμοῦ εἰλεῦντα Od. 11.573.
- 2
At the same time, together, both at once: εἰ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς Il. 1.61. Cf. Il. 4.122, Il. 11.127, 245, Il. 17.362, 745, Il. 20.499: Od. 5.294=Od. 9.69=Od. 12.315, Od. 9.75=Od. 10.143, Od. 12.67, 178, 424.
- 3
With dat., along with, with, among: νεφέεσσιν Il. 5.867. Cf. Il. 15.118: Od. 4.723, Od. 15.365.
- 1
- properly gen. neut. of ὁμός,
- Iof Place, at the same place, together, Il., Soph., etc.
- 2together, at once, ἄμφω ὁμοῦ Od.; δυοῖν ὁμοῦ Soph.; αἶγας ὁμοῦ καὶ ὄϊς both sheep and goats, Il.; λιμὸν ὁμου καὶ λοιμόν Hes., etc.
- 3c. dat. together with, along with, κεῖσθαι ὁμοῦ νεκύεσσι Il.; οἰμωγὴ ὁμοῦ κωκύμασιν Aesch.
- IIclose at hand, hard by, Soph., Ar.: c. dat. close to, Soph., Xen.
- 2rarely c. gen., νεὼς ὁμοῦ στείχειν to go to join my ship, Soph.
- 3of amount, in all, εἰσὶν ὁμοῦ δισμύριοι Dem., etc.
- IIIὁμοῦ καί just like, Xen.
-
…λόγοι τοιοῦτοί τινες ἦσαν ἀλλʼ ἀτεχνῶς ἄτοπόν τί μοι πάθος παρῆν καί τις ἀήθης κρᾶσις ἀπό τε τῆς ἡδονῆς συγκεκραμένη ὁμοῦ καὶ ἀπὸ τῆς λύπης, ἐνθυμουμένῳ ὅτι αὐτίκα ἐκεῖνος ἔμελλε τελευτᾶν. καὶ πάντες οἱ παρόντες σχεδόν τι οὕτω διεκείμεθα…
Plato, Phaedo
-
…θρῆνον θέλω ἐμὸν τὸν αὐτῆς. ἡλίῳ δʼ ἐπεύχομαι πρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροις ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ, δούλης θανούσης, εὐμαροῦς χειρώματος. ἰὼ βρότεια πράγματʼ · εὐτυχοῦντα μὲν σκιά τις ἂν τρέψειεν · εἰ δὲ…
Aeschylus, Agamemnon
-
…, ὁ δʼ ἐσσύθη μόνος. καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας · ἔσω δʼ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ ταύρους, κύνας βοτῆρας, εὔερόν τʼ ἄγραν. καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δʼ ἄνω τρέπων ἔσφαζε κἀρράχιζε…
Sophocles, Ajax
-
…δὲ μίμνει σχισμὸς ἀμφήκει δορί. πόθεν ἐπισσύτους θεοφόρους τʼ ἔχεις ματαίους δύας, τὰ δʼ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ μελοτυπεῖς ὁμοῦ τʼ ὀρθίοις ἐν νόμοις ; πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ κακορρήμονας ; ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων. ἰὼ…
Aeschylus, Agamemnon
-
…βεβουλευκότος τοῖς φιλτάτοις ἐπικρατοῦντος. ὁμοῦ γὰρ ἠσπάζοντο γυναῖκας περιπτυσσόμενοι καὶ τέκνα προσηγκαλίζοντο τοῖς ὑστάτοις φιλήμασιν ἐμφυόμενοι καὶ δακρύοντες, ὁμοῦ δὲ καθάπερ ἀλλοτρίαις χερσὶν ὑπουργούμενοι συνετέλουν τὸ βούλευμα, τὴν ἐπίνοιαν ὧν πείσονται κακῶν ὑπὸ τοῖς πολεμίοις γενόμενοι παραμύθιον τῆς…
Flavius Josephus, Jewish War
-
…ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς · τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν, ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν. ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι…
Homer, Odyssey
-
…ἰδεῖν. τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας ἡγεῖτο κόσμῳ, δεύτερον δʼ ὁ πᾶς στόλος ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν πολλὴν βοήν, ὦ παῖδες Ἑλλήνων ἴτε, ἐλευθεροῦτε πατρίδʼ, ἐλευθεροῦτε δὲ παῖδας, γυναῖκας, θεῶν τέ…
Aeschylus, Persians
-
…, πρὸς θεῶν, εἴπερ τόδε κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν, ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ. δόθʼ, ἥτις ἐστί, προσφέροντες · οὐ γὰρ ὡς ἐν δυσμενείᾳ γʼ οὖσʼ…
Sophocles, Electra
-
…οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ, τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους · ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα, τὼ δὲ κυκηθήτην · ὃ δʼ ἐναντίον…
Homer, Iliad
-
…σιωπῇ ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν. ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, καὶ τότʼ ἐγὼν ἐμὸν…
Homer, Odyssey