ῥοῦς
ῥόος, a stream, flow, current
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ῥόος, ῥοῦς | – | – |
| Genitive | ῥόοιο, ῥόου, ῥοῦ | – | – |
| Dative | ῥόῳ | – | – |
| Accusative | ῥόον, ῥοῦν, Ῥοῦν | – | – |
| Vocative | – | – | – |
-
…σθένος ἔμβαλʼ Ἀθήνη. οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας · φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα…
Homer, Iliad
-
…τῇ ἠπείρῳ Συβότοις · οἱ δὲ Κερκυραῖοι τά τε ναυάγια καὶ νεκροὺς ἀνείλοντο τὰ κατὰ σφᾶς ἐξενεχθέντα ὑπό τε τοῦ ῥοῦ καὶ ἀνέμου, ὃς γενόμενος τῆς νυκτὸς διεσκέδασεν αὐτὰ πανταχῇ, καὶ τροπαῖον ἀντέστησαν ἐν τοῖς ἐν τῇ νήσῳ Συβότοις…
Thucydides, The Peloponnesian War
-
…μείναμεν Ἠῶ δῖαν ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν. ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο. ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, αὐτὰρ Ἀθηναίῃ γλαυκώπιδι…
Homer, Iliad
-
…τέταται δειλοῖσι βροτοῖσι. νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα εἱλόμεθʼ · αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη. ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε ἔσχον ·…
Homer, Odyssey
-
…τε πρυμνήσια λῦσαι. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον. τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο, πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος. αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο νηῦς, ἀπὸ δʼ…
Homer, Odyssey