Ἀριστογείτων
Ἀριστογείτων, Aristogiton
1 aten. que junto con Harmodio mató al tirano Hiparco (IV a.C.) Carm.Conu.10.2, 11, 12, Th.6.54, Lys.Fr.7.2, D.21.170, Pl.Hipparch.229c, Arist.Ath.18.2, Marm.Par.45, Plu.2.833b, Arr.An.4.10.3, D.C.47.20.4
• representado en el grupo escultórico de los tiranicidas en el Ágora aten.: uno antiguo, hecho por Antenor, Paus.1.8.5, otro por Critio y Mnesiotes, Ar.Lys.633.
2 escultor tebano de la 1a mitad del s. V a.C., Paus.10.10.4.
3 sicofanta aten., hijo de Cidímaco (IV a.C.) D.25, 26, Din.2.2, 12, Plu.Phoc.10, Luc.Dem.Enc.48.
4 aten., contra el que pronunció un discurso Iseo (IV a.C.), Is.Fr.3.
5 aten., acreedor de Esquines Socrático, Lys.Fr.38.1.
-
…ἢν ἐπιχώρια σφίσιν ᾖ, ὁμοίως ἀβασανίστως παρʼ ἀλλήλων δέχονται. Ἀθηναίων γοῦν τὸ πλῆθος Ἵππαρχον οἴονται ὑφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος τύραννον ὄντα ἀποθανεῖν, καὶ οὐκ ἴσασιν ὅτι Ἱππίας μὲν πρεσβύτατος ὢν ἦρχε τῶν Πεισιστράτου υἱέων, Ἵππαρχος δὲ καὶ…
Thucydides, The Peloponnesian War
-
…υἱέων, Ἵππαρχος δὲ καὶ Θεσσαλὸς ἀδελφοὶ ἦσαν αὐτοῦ, ὑποτοπήσαντες δέ τι ἐκείνῃ τῇ ἡμέρᾳ καὶ παραχρῆμα Ἁρμόδιος καὶ Ἀριστογείτων ἐκ τῶν ξυνειδότων σφίσιν Ἱππίᾳ μεμηνῦσθαι τοῦ μὲν ἀπέσχοντο ὡς προειδότος, βουλόμενοι δὲ πρὶν ξυλληφθῆναι δράσαντές τι καὶ κινδυνεῦσαι…
Thucydides, The Peloponnesian War
-
…ᾠήθησαν, διὰ τὴν τῆς ἀδελφῆς ἀτιμίαν τῆς κανηφορίας ἐπεὶ τοῦτό γε εὔηθες ἀλλὰ τὸν μὲν Ἁρμόδιον γεγονέναι παιδικὰ τοῦ Ἀριστογείτονος καὶ πεπαιδεῦσθαι ὑπʼ ἐκείνου, μέγα δʼ ἐφρόνει ἄρα καὶ ὁ Ἀριστογείτων ἐπὶ τῷ παιδεῦσαι ἄνθρωπον, καὶ ἀνταγωνιστὴν ἡγεῖτο…
Plato, Hipparchus
-
…λέγουσι τοὔνομα αὐτοῦ, ἐγὼ δὲ οὐ μέμνημαι τὸν οὖν νεανίσκον τοῦτον τέως μὲν θαυμάζειν τόν τε Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα ὡς σοφούς, ἔπειτα συγγενόμενον τῷ Ἱππάρχῳ καταφρονῆσαι ἐκείνων, καὶ τοὺς περιαλγήσαντας ταύτῃ τῇ ἀτιμίᾳ οὕτως ἀποκτεῖναι τὸν Ἵππαρχον…
Plato, Hipparchus
-
…εὔηθες ἀλλὰ τὸν μὲν Ἁρμόδιον γεγονέναι παιδικὰ τοῦ Ἀριστογείτονος καὶ πεπαιδεῦσθαι ὑπʼ ἐκείνου, μέγα δʼ ἐφρόνει ἄρα καὶ ὁ Ἀριστογείτων ἐπὶ τῷ παιδεῦσαι ἄνθρωπον, καὶ ἀνταγωνιστὴν ἡγεῖτο εἶναι τὸν Ἵππαρχον. ἐν ἐκείνῳ δὲ τῷ χρόνῳ αὐτὸν τὸν Ἁρμόδιον…
Plato, Hipparchus
-
…τά τε ἄλλα πάντα καὶ ὁ ἔρως ἐμποιεῖν. ἔργῳ δὲ τοῦτο ἔμαθον καὶ οἱ ἐνθάδε τύραννοι · ὁ γὰρ Ἀριστογείτονος ἔρως καὶ ἡ Ἁρμοδίου φιλία βέβαιος γενομένη κατέλυσεν αὐτῶν τὴν ἀρχήν. οὕτως οὗ μὲν αἰσχρὸν ἐτέθη χαρίζεσθαι ἐρασταῖς ,…
Plato, Symposium
-
…; οὐδεπώποτε, ἀλλὰ περιεῖδες αὐτὸν ἐν τῇ ἀγορᾷ χαλκοῦν σταθέντα καὶ τῆς ἐν πρυτανείῳ σιτήσεως κεκοινωνηκότα τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος ἀπογόνοις. ἔπειτα ποῦ τῆς εὐνοίας τῆς σῆς ὁ δῆμος ἔλαβε πεῖραν, ἢ ποῦ τὴν τοῦ ῥήτορος βοήθειαν καὶ…
Dinarchus, Speeches
-
…ἀδελφὴν κανηφορεῖν Παναθηναίοις ἐκώλυσεν, λοιδορήσας τι τὸν Ἁρμόδιον ὡς μαλακὸν ὄντα, ὅθεν συνέβη παροξυνθέντα τὸν Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα πράττειν τὴν πρᾶξιν μετεχόντων πολλῶν. ἤδη δὲ παρατηροῦντες ἐν ἀκροπόλει τοῖς Παναθηναίοις Ἱππίαν ἐτύγχανεν γὰρ οὗτος μὲν δεχόμενος ,…
Aristotle, Athenian Constitution
-
…, πόλεως δὲ συνθήκη κοινή, καθʼ ἣν πᾶσι προσήκει ζῆν τοῖς ἐν τῇ πόλει. ἀλλὰ μὴν ὅτι νῦν Ἀριστογείτων τοῖς μὲν τῆς ἐνδείξεως δικαίοις ἅπασιν ἑάλωκεν, ἕτερος δʼ οὐδὲ εἷς ἔστιν ἀνεκτὸς αὐτῷ λόγος, περὶ τούτων ῥᾴδιον…
Demosthenes, Speeches
-
…ὑφʼ ἑαυτῶν καὶ Ἁρμοδίου καταλυθεῖσαν, ἀλλʼ ὑπὸ τῶν Λακεδαιμονίων, ἐφοβεῖτο αἰεὶ καὶ πάντα ὑπόπτως ἐλάμβανεν. τὸ γὰρ Ἀριστογείτονος καὶ Ἁρμοδίου τόλμημα διʼ ἐρωτικὴν ξυντυχίαν ἐπεχειρήθη, ἣν ἐγὼ ἐπὶ πλέον διηγησάμενος ἀποφανῶ οὔτε τοὺς ἄλλους οὔτε αὐτοὺς Ἀθηναίους…
Thucydides, The Peloponnesian War