ἑωθινός
ἑωθινός, in the morning, early
- in the morning, early, ὁ ἥλιος ὁ ἑ. Hdt. 3.104; ἑωθινὸς εἶδον στρατόν S. Fr. 502; οὔσης . . ἐκκλησίας ἑ. Ar. Ach. 20; πότοι Bato 5.3; τὸ ἑ., as Adv., early in the morning, Hdt. l.c., Hp. Aër. 6; ἐξ ἑωθινοῦ, = ἕωθεν, Ar. Th. 2, Pl. Phdr. 228b, etc.; ἐξ ἑ. μέχρι δείλης X. HG 1.1.5; εὐθὺς ἐξ ἑ. Alex. 257.4; περὶ τὴν ἑ. φυλακήν about the morning watch, Plb. 3.67.2; ὑπὸ τὴν ἑ. (alone) ib. 43.1, cf. LXX 1 Ma. 5.30; ἑ. φυλακῆς Plu. Pomp. 68; προσειπεῖν τὸ ἑ. to wish one good morning, Luc. Laps. 1, cf. Macho ap. Ath. 13.580d (dub. l.); ἑ. δίκαι, prov. for business soon transacted, AB 258.
- 2 eastern, ἔθνος D.P. 697: Comp. -ώτερος Str. 11.2.2: Sup. -ώτατος Id. 4.5.1.
- in the morning, early, Hdt., Ar.: —τὸ ἑωθινόν, as adv., early in the morning, Hdt.; so, ἐξ ἑωθινοῦ ἕωθεν, Xen.
-
…ὅπως ἀναλάβοι τὰς μετὰ Δωριέως. οἱ δὲ Ἀθηναῖοι ἀνταναγαγόμενοι ἐναυμάχησαν περὶ Ἄβυδον κατὰ τὴν ᾐόνα, μέχρι δείλης ἐξ ἑωθινοῦ. καὶ τὰ μὲν νικώντων, τὰ δὲ νικωμένων, Ἀλκιβιάδης ἐπεισπλεῖ δυοῖν δεούσαις εἴκοσι ναυσίν. ἐντεῦθεν δὲ φυγὴ…
Xenophon, Hellenica
-
…δὴ ; διειλέγμεθα ἡμεῖς κατὰ θεόν τινα γεγονός. σχεδὸν γὰρ ἐξ ὅσου περὶ τῶν νόμων ἤργμεθα λέγειν, ἐξ ἑωθινοῦ μεσημβρία τε γέγονε καὶ ἐν ταύτῃ παγκάλῃ ἀναπαύλῃ τινὶ γεγόναμεν, οὐδὲν ἀλλʼ ἢ περὶ νόμων διαλεγόμενοι, νόμους δὲ…
Plato, Laws
-
…ὦ Σώκρατες, τοῦ Κεφάλου, πορεύομαι δὲ πρὸς περίπατον ἔξω τείχους · συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ. τῷ δὲ σῷ καὶ ἐμῷ ἑταίρῳ πειθόμενος Ἀκουμενῷ κατὰ τὰς ὁδοὺς ποιοῦμαι τοὺς περιπάτους · φησὶ γὰρ ἀκοπωτέρους εἶναι…
Plato, Phaedrus
-
…δὲ οὐδὲ ταῦτα ἦν ἱκανά, ἀλλὰ τελευτῶν παραλαβὼν τὸ βιβλίον ἃ μάλιστα ἐπεθύμει ἐπεσκόπει, καὶ τοῦτο δρῶν ἐξ ἑωθινοῦ καθήμενος ἀπειπὼν εἰς περίπατον ᾔει, ὡς μὲν ἐγὼ οἶμαι, νὴ τὸν κύνα, ἐξεπιστάμενος τὸν λόγον, εἰ…
Plato, Phaedrus
-
…εἱστήκει ζητῶν. καὶ ἤδη ἦν μεσημβρία, καὶ ἅνθρωποι ᾐσθάνοντο, καὶ θαυμάζοντες ἄλλος ἄλλῳ ἔλεγεν ὅτι Σωκράτης ἐξ ἑωθινοῦ φροντίζων τι ἕστηκε. τελευτῶντες δέ τινες τῶν Ἰώνων, ἐπειδὴ ἑσπέρα ἦν, δειπνήσαντες καὶ γὰρ θέρος τότε γʼ…
Plato, Symposium
-
…πέριξ Γαλάτας συμβήσεται πρὸς τοὺς Καρχηδονίους ἀπονεύειν, ἔγνω δεῖν εὐλαβηθῆναι τὸ μέλλον. διόπερ ἐπιγενομένης τῆς νυκτὸς ὑπὸ τὴν ἑωθινὴν ἀναζεύξας ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τὸν Τρεβίαν ποταμὸν καὶ τοὺς τούτῳ συνάπτοντας γεωλόφους, πιστεύων τῇ τε τῶν τόπων…
Polybius, Histories
-
…τόλμῃ, περὶ μυρίους ὄντας τὸν ἀριθμόν, παρήγγειλε τεττάρων ἡμερῶν ἔχειν ἐφόδια. ποιησάμενος δὲ τὴν ἀναζυγὴν ὑπὸ τὴν ἑωθινὴν ἐχρῆτο τῇ πορείᾳ συντόνως. τῶν δὲ Νομαδικῶν ἱππέων εἰς ὀγδοήκοντα προχειρισάμενος ἐκέλευε προπορεύεσθαι τῆς δυνάμεως εἰς τριάκοντα σταδίους καὶ…
Polybius, Histories
-
…στάδια, τότε μὲν αὐτοῦ καταστρατοπεδεύσας ἐν ὥρᾳ παρήγγειλε πᾶσι γίνεσθαι περὶ τὴν τοῦ σώματος θεραπείαν, ὑπὸ δὲ τὴν ἑωθινὴν ἐξεγείρας τὴν δύναμιν τοὺς μὲν εἰθισμένους προπορεύεσθαι τῆς δυνάμεως προεξαπέστειλε, συντάξας ὑπερβάλλειν τὰς ὑπὲρ τὰς Φερὰς ἀκρολοφίας, αὐτὸς…
Polybius, Histories
-
…πρὸς τῷ ὠκεανῷ παντάπασιν ἄγνωστα ἡμῖν ἐστιν. οὔτε γὰρ τῶν προτέρων οὐδένας ἴσμεν τὸν παράπλουν τοῦτον πεποιημένους πρὸς τὰ ἑωθινὰ μέρη τὰ μέχρι τοῦ στόματος τῆς Κασπίας θαλάττης, οὔθʼ οἱ Ῥωμαῖοί πω προῆλθον εἰς τὰ περαιτέρω τοῦ Ἄλβιος ·…
Strabo, Geography
-
…πόλιας θέσιν κεῖσθαι νοσερωτάτην. πρῶτον μὲν γὰρ τὰ ὕδατα οὐ λαμπρά · αἴτιον δέ, ὅτι ὁ ἠὴρ τὸ ἑωθινὸν κατέχει ὡς ἐπὶ τὸ πολύ, ὅστις τῷ ὕδατι ἐγκαταμιγνύμενος τὸ λαμπρὸν ἀφανίζει · ὁ γὰρ ἥλιος πρὶν ἄνω ἀρθῆναι…
Hippocrates, Airs, Waters, Places