ὑπονοέω
ὑπονοέω, to think secretly, suspect
- suspect, τι Hdt. 9.88, E. IA 1132; μηδὲν εἴς τινα Ar. Pl. 361; ὑ. αὐτῶν τὴν διάνοιαν Th. 7.73; ψεῦδος Pl. Lg. 679c; πονηρά Phld. Lib. p.61 O.: c. acc. pers. et inf., ὑπονοήσαντες τοὺς Σαμίους τὰ τῶν Ἑλλήνων φρονέειν Hdt. 9.99; ὑ. εἶναί τι θεῖον (v.l. θεόν) Arist. Fr. 10: so ὑ. ὅπως . ., ὅτι . ., X. Cyr. 3.3.20, HG 4.8.35; τῶν λεγόντων ὑπενοεῖτε . ., ὡς λέγουσι you felt suspicious of the speakers, thinking that . ., Th. 1.68; ὑ. περί τινος And. 3.35; ὑ. τὰ λεγόμενα watch my words captiously, Id. 1.9, Antipho 6.18.
- II surmise, conjecture, guess at, Ar. Eq. 652, Lys. 1234; τὰ τῶν θεῶν And. 1.139: c. acc. et inf., ὑ. ὧδʼ ἔχειν τι Cratin.Jun. 10: abs., ἀλλʼ ὑπονόησον σύ μοι Ar. Lys. 38; ὑπονοοῦντες προαρπάζειν by conjecture, Pl. Grg. 454c; οὐδεὶς οἶδε . ., ἀλλʼ ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν Men. 261; ἐάσας ὑπονοεῖν εἰς τοὔνομα leaving us to guess at . ., Alex. 267.6.
- III simply, suppose, consider, τινὰ μακαρίως ἐζηκέναι Phld. Mort. 36:—Pass., -νοούμενος ἅπαντα γινώσκειν Id. Piet. 101.
- IV Med. in signf. I, ὅτι . . POxy. 1680.14 (iii/iv A. D.).
1. verdenken:
2. raden, doorhebben:
1) in Verdacht haben, argwöhnen, ὑπονοήσαντες τοὺς Σαμίους τὰ τῶν Ἑλλήνων φρονεῖν Her. 9.99 ; – vermuten, nach Vermutung deuten, αὐτὰ ταῦτα ὑπονοέων 9.88 ; ὑπονοεῖς, ἃ μή σε χρή Eur. I.A. 1132 ; Thuc. 6.83 u. öfter ; auch τῶν λεγόντων, ὡς λέγουσι 1.68 ; τὰ λεγόμενα Antipho 6.18 ; Andoc. 1.8 ; περί τινος, neben δυσχεραίνω, 3.35 ; Xen. Cyr. 3.3.20 ; τὶ εἴς τινα, Ar. σὺ μηδὲν εἰς ἔμʼ ὑπονόει τοιοῦτο, Plut. 361, einen Verdacht gegen ihn haben, Etwas von ihm vermuten.
2) allmälig bemerken, innewerden, Sp.
- Ito think secretly, suspect, Hdt., Eur., etc.:—c. acc. pers. et inf. to suspect that . ., Hdt.; τῶν λεγόντων ὑπενοεῖτε you feel suspicious of the speakers, Thuc.
- IIgenerally, to suspect, conjecture, form guesses about, Ar.: absol., ὑπονοοῦντες by conjecture, Plat.
-
…ἀναστᾶσα καὶ ἀπιοῦσα προστίθησι τὴν θύραν, προσποιουμένη παίζειν, καὶ τὴν κλεῖν ἐφέλκεται. κἀγὼ τούτων οὐδὲν ἐνθυμούμενος οὐδʼ ὑπονοῶν ἐκάθευδον ἄσμενος, ἥκων ἐξ ἀγροῦ. ἐπειδὴ δὲ ἦν πρὸς ἡμέραν, ἧκεν ἐκείνη καὶ τὴν θύραν ἀνέῳξεν .…
Lysias, Speeches
-
…λεγομένην εὐήθειαν · ἃ γὰρ ἤκουον καλὰ καὶ αἰσχρά, εὐήθεις ὄντες ἡγοῦντο ἀληθέστατα λέγεσθαι καὶ ἐπείθοντο. ψεῦδος γὰρ ὑπονοεῖν οὐδεὶς ἠπίστατο διὰ σοφίαν, ὥσπερ τὰ νῦν, ἀλλὰ περὶ θεῶν τε καὶ ἀνθρώπων τὰ λεγόμενα ἀληθῆ νομίζοντες ἔζων…
Plato, Laws
-
…ἐπανερωτῶ ὅπερ γὰρ λέγω, τοῦ ἑξῆς ἕνεκα περαίνεσθαι τὸν λόγον ἐρωτῶ, οὐ σοῦ ἕνεκα ἀλλʼ ἵνα μὴ ἐθιζώμεθα ὑπονοοῦντες προαρπάζειν ἀλλήλων τὰ λεγόμενα, ἀλλὰ σὺ τὰ σαυτοῦ κατὰ τὴν ὑπόθεσιν ὅπως ἂν βούλῃ περαίνῃς. καὶ ὀρθῶς γέ…
Plato, Gorgias
-
…τὴν Ἔφεσον εὐθὺς ἀπιόντι τοὺς ἐφεψομένους ἐκ διαστήματος ἔπεμπεν, οἳ νυκτὸς ἐπιγενομένης ἀπιόντα τὸν Δολοβέλλαν ὁρῶντες καὶ οὐδὲν ἔτι ὑπονοοῦντες, ὀλίγους σφῶν ὑπολιπόντες ἕπεσθαι αὐτῷ, ἐς τὴν Σμύρναν ἐπανῆλθον. καὶ τοὺς ὀλίγους ὁ Δολοβέλλας ἐνεδρεύσας τε καὶ…
Appian, The Civil Wars
-
…προσελθόντα τῷ Ἀπόλλωνι ἐν ἀπορρήτῳ διαλέγεσθαι πρὸς αὐτόν · Λειμὼν δὲ ἦν δὲ καὶ ὁ Λειμὼν οὗτος Τεγεάτου τῶν παίδων ὑπονοήσας ἔγκλημα ἔχειν ἐς ἑαυτὸν τὰ ὑπὸ Σκέφρου λεγόμενα, ἀποκτίννυσιν ἐπιδραμὼν τὸν ἀδελφόν. καὶ Λειμῶνα μὲν τοξευθέντα ὑπὸ Ἀρτέμιδος…
Pausanias, Description of Greece
-
…ἢ κίνδυνον τῷ βασιλεῖ φέροντες ἧκον, ἀπόνως εἶναι λαβεῖν διωχθέντας. οἱ δὲ τῆς γυναικὸς οὕτως αὐτοὺς ὑπελθούσης οὐδένα ὑπονοήσαντες δόλον ἀπῆλθον οὐδʼ ἐρευνήσαντες τὸ καταγώγιον. ἐπεὶ δʼ ὁρμήσαντες καθʼ ἃς ἐνόμιζον αὐτοὺς μάλιστα τῶν ὁδῶν ἀπέρχεσθαι καὶ κατὰ…
Flavius Josephus, Antiquities of the Jews
-
…. καὶ ὁ μὲν χαλεπαίνων πιστὸς αἰεί, ὁ δʼ ἀντιλέγων αὐτῷ ὕποπτος. ἐπιβουλεύσας δέ τις τυχὼν ξυνετὸς καὶ ὑπονοήσας ἔτι δεινότερος · προβουλεύσας δὲ ὅπως μηδὲν αὐτῶν δεήσει, τῆς τε ἑταιρίας διαλυτὴς καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος. ἁπλῶς…
Thucydides, The Peloponnesian War
-
…διαβολῶν ἠνείχοντο κατὰ τοῦ πατρὸς καὶ τῶν πραττομένων αὐτῷ περὶ τὸν βίον οὐκ εὐμενεῖς ἦσαν ἐξετασταί, καὶ κακοήθεις μὲν ὑπονοεῖν, ἀκρατεῖς δὲ λέγειν, εὐάλωται δὲ διʼ ἀμφότερα τοῖς ἐπιτηροῦσιν αὐτοὺς καὶ πρὸς χάριν καταμηνύουσιν. ὁ μέντοι πατὴρ…
Flavius Josephus, Antiquities of the Jews
-
…ὕστερον ἡμέρᾳ ψόφου τε αἰσθάνεται καὶ ἐκκαλυψάμενος ἐδύνατο δὲ ἤδη διὰ τοῦ σκότους διορᾶν ἀλώπεκα εἶδεν ἁπτομένην τῶν νεκρῶν. ὑπονοήσας δὲ ἔσοδον εἶναι τῷ θηρίῳ ποθέν, ἀνέμενεν ἐγγύς οἱ τὴν ἀλώπεκα γενέσθαι, γενομένης δὲ λαμβάνεται · τῇ δὲ…
Pausanias, Description of Greece
-
…αὐτῶν τὸν σῖτον καὶ προσκαθίσας τὴν πόλιν διὰ τὴν σπάνιν ταχὺ κυριεύσειν αὐτῆς. οἱ δὲ Ῥηγῖνοι τούτων μὲν οὐδὲν ὑπονοοῦντες τὸ μὲν πρῶτον ἐφʼ ἡμέρας τινὰς ἐχορήγουν τὰς τροφὰς λαμπρῶς · ὡς δὲ πλείονα χρόνον ἐνδιέτριβε, ποτὲ μὲν ἀρρωστίαν…
Diodorus Siculus, Library