ἄψ
ἄψ, backwards, back, back again
Other forms of ἄψ: ἄψ, ἂψ
-
…δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων. Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ, ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ νείατον ἐς κενεῶνα, διὰ…
Homer, Iliad
-
…δαΐφρονος υἱέες ἐστόν, ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς, νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην. ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε…
Homer, Iliad
-
…μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος. ὣς φάτο · τὸν δʼ αἶψʼ αὖτις ἀμείβετο Κόττος…
Hesiod, Theogony
-
…θυμόν · οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει, ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι ἂψ ἰέναι κενεόν · μάλα γὰρ κεχολώσεται ἔμπης. ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους ἂψ Πυλίων εἰς ἄστυ, θοῶς…
Homer, Odyssey
-
…μήτηρ · ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ · αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ. κούρην ἣν…
Homer, Iliad