πληρωμάτων
πλήρωμα, a full measure; crew
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | πλήρωμα | – | – |
| Genitive | – | – | πληρωμάτων |
| Dative | – | – | πληρώμασιν |
| Accusative | πλήρωμα | – | πληρώμαθʼ, πληρώματα |
| Vocative | – | – | – |
-
…εἰς Σάμον πλοῦν, ὅπως μὴ ἐκεῖσε φύγοι. Κόνων δʼ ἔφευγε ταῖς ναυσὶν εὖ πλεούσαις διὰ τὸ ἐκ πολλῶν πληρωμάτων εἰς ὀλίγας ἐκλελέχθαι τοὺς ἀρίστους ἐρέτας, καὶ καταφεύγει εἰς Μυτιλήνην τῆς Λέσβου καὶ σὺν αὐτῷ τῶν δέκα στρατηγῶν Λέων…
Xenophon, Hellenica
-
…τὴν τιμὴν ταύτην μισθὸν καλοῦντες, κέκληνται, ὡς ἐγᾦμαι, μισθωτοί · ἦ γάρ ; πάνυ μὲν οὖν. πλήρωμα δὴ πόλεώς εἰσιν, ὡς ἔοικε, καὶ μισθωτοί. δοκεῖ μοι. ἆρʼ οὖν, ὦ Ἀδείμαντε, ἤδη…
Plato, Republic
-
…δύο καὶ τοξότας σφενδονήτας τε ἑκατέρους δύο, γυμνῆτας δὲ λιθοβόλους καὶ ἀκοντιστὰς τρεῖς ἑκατέρους, ναύτας δὲ τέτταρας εἰς πλήρωμα διακοσίων καὶ χιλίων νεῶν. τὰ μὲν οὖν πολεμιστήρια οὕτω διετέτακτο τῆς βασιλικῆς πόλεως, τῶν δὲ ἐννέα ἄλλα ἄλλως…
Plato, Critias
-
…γὰρ χρήμασι πείσας κυβερνήτην Φαντίαν ἅπαντα τὸν χρόνον, ὃς ἐδόκει τῶν Ἑλλήνων ἄριστος εἶναι, παρεσκευασάμην δὲ καὶ τὸ πλήρωμα πρὸς ἐκεῖνον καὶ τὴν ἄλλην ὑπηρεσίαν ἀκόλουθον. καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, πάντες ἐπίστασθε, ὅσοι ἐτυγχάνετε ὄντες…
Lysias, Speeches
-
…συνόψει · μάλιστα γὰρ οὕτως ἐκφοβήσειν ὑπελάμβανε καὶ καταπλήξειν αὐτούς. οἱ μὲν οὖν Καρχηδόνιοι μετʼ ὀλίγας ἡμέρας τά τε πληρώματα καὶ τὰς σιταρχίας ἑτοίμας ἔχοντες ἐν ταῖς ναυσὶν ἐγίνοντο πρὸς ἀναγωγῇ καὶ τοῖς προκειμένοις · ὁ δὲ Πόπλιος ἧκε πρὸς…
Polybius, Histories