πόση
πόσις, πόσις, ὁ, husband, spouse (noun)
πόσις2, a drinking, drink, beverage
πόσος, πόσος, πόση, πόσον, how much/many?, how large?
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | πόσις | – | – |
| Genitive | πόσιος, πόσιός | – | – |
| Dative | πόσει, πόσεϊ | – | – |
| Accusative | πόσιν | – | πόσιας |
| Vocative | πόσι | – | – |
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | πόσις | – | – |
| Genitive | πόσεως, πόσιος | – | – |
| Dative | πόσει, πόσι | – | – |
| Accusative | πόσιν | – | πόσεις |
| Vocative | – | – | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | πόσος | πόση | πόσον |
| Genitive | πόσου | πόσης | πόσου |
| Dative | – | πόσῃ | πόσῳ |
| Accusative | πόσον | πόσην | πόσον |
| Vocative | – | – | – |
| Masculine | Feminine | Neuter | |
|---|---|---|---|
| Nominative | κόσοι, πόσοι | πόσαι | πόσα |
| Genitive | πόσων | πόσων | πόσων |
| Dative | πόσοις | πόσαις | – |
| Accusative | πόσους | πόσας | πόσʼ, πόσα |
| Vocative | – | – | – |
πόσις
-
…μαντευμάτων. ἐκεῖνα δʼ ἔγνων · πᾶσα γὰρ πόλις βοᾷ. ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς, τὸν ὁμοδέμνιον πόσιν λουτροῖσι φαιδρύνασα πῶς φράσω τέλος ; τάχος γὰρ τόδʼ ἔσται · προτείνει δὲ χεὶρ ἐκ χερὸς ὀρέγματα. οὔπω ξυνῆκα…
Aeschylus, Agamemnon
-
…, κατὰ στέγας, καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγʼ οἴσετε ; ὅμαιμε, δεινά μʼ Οἰδίπους ὁ σὸς πόσις δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών. ξύμφημι · δρῶντα γάρ νιν, ὦ…
Sophocles, Oedipus Tyrannus
-
…; πεπρωμένη γὰρ ἡμέρα βιάζεται. οὔκουν ἐπʼ αὐτῇ πράσσεται τὰ πρόσφορα ; κόσμος γʼ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις. ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις. οὔπω τόδʼ οἶδε δεσπότης, πρὶν ἂν πάθῃ. ἴστω νυν…
Euripides, Alcestis
-
…ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν .…
Homer, Odyssey
-
…, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ, οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα, κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ…
Homer, Odyssey
πόσις2
-
…οὐκ ἔμοιγε. τί δέ ; ἀμούσου ; ἀνάγκη, ἔφη. τί δὲ ἰατρικός ; ἐν τῇ ἐδωδῇ ἢ πόσει ἐθέλειν ἄν τι ἰατρικοῦ πλεονεκτεῖν ἢ ἀνδρὸς ἢ πράγματος ; οὐ δῆτα. μὴ ἰατρικοῦ δέ ; ναί. περὶ…
Plato, Republic
-
…θόωκοι · καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον · ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν · δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα…
Homer, Odyssey
-
…βωμόν. δόρπον ἔπειθʼ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, βάν ῥʼ ἴμεν · ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων, φόρμιγγʼ…
NA, Homeric Hymns
-
…πολλὸν τῶν τε ἄλλων ἀνθρώπων καὶ Καρῶν. τοῖσι γὰρ κάλλιστόν ἐστι κατʼ ἡλικίην τε καὶ φιλότητα εἰλαδὸν συγγίνεσθαι ἐς πόσιν, καὶ ἀνδράσι καὶ γυναιξὶ καὶ παισί. ἱδρυθέντων δέ σφι ἱρῶν ξεινικῶν, μετέπειτα ὥς σφι ἀπέδοξε, ἔδοξε…
Herodotus, The Histories
-
…δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν, οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν…
Homer, Odyssey
πόσος
-
…, καὶ τὰς ἄλλας νύκτας τε καὶ ἡμέρας τὰς τοῦ βίου τοῦ ἑαυτοῦ ἀντιπαραθέντα ταύτῃ τῇ νυκτὶ δέοι σκεψάμενον εἰπεῖν πόσας ἄμεινον καὶ ἥδιον ἡμέρας καὶ νύκτας ταύτης τῆς νυκτὸς βεβίωκεν ἐν τῷ ἑαυτοῦ βίῳ, οἶμαι ἂν μὴ ὅτι ἰδιώτην…
Plato, Apology
-
…ἐρευνῶντα ὥσπερ τοὺς ἐνταῦθα διάγειν, τίς αὐτῶν σοφός ἐστιν καὶ τίς οἴεται μέν, ἔστιν δʼ οὔ. ἐπὶ πόσῳ δʼ ἄν τις, ὦ ἄνδρες δικασταί, δέξαιτο ἐξετάσαι τὸν ἐπὶ Τροίαν ἀγαγόντα τὴν πολλὴν στρατιὰν ἢ Ὀδυσσέα ἢ…
Plato, Apology
-
…ἢ οὔ ; πάνυ γε, ἦ δʼ ὅς. τίς, ἦν δʼ ἐγώ, καὶ ποδαπός, καὶ πόσου διδάσκει ; Εὔηνος, ἔφη, ὦ Σώκρατες, Πάριος, πέντε μνῶν. καὶ ἐγὼ τὸν Εὔηνον ἐμακάρισα εἰ…
Plato, Apology
-
…βίῳ, ἆρα φαύλη ἂν εἴη ἡ ἀποδημία ; ἢ αὖ Ὀρφεῖ συγγενέσθαι καὶ Μουσαίῳ καὶ Ἡσιόδῳ καὶ Ὁμήρῳ ἐπὶ πόσῳ ἄν τις δέξαιτʼ ἂν ὑμῶν ; ἐγὼ μὲν γὰρ πολλάκις ἐθέλω τεθνάναι εἰ ταῦτʼ ἔστιν ἀληθῆ. ἐπεὶ ἔμοιγε καὶ…
Plato, Apology
-
…οὐ περιοψομένων. ταῦτα εἰπόντος τοῦ κήρυκος, λέγεται Κῦρον ἐπειρέσθαι τοὺς παρεόντας οἱ Ἑλλήνων τίνες ἐόντες ἄνθρωποι Λακεδαιμόνιοι καὶ κόσοι πλῆθος ταῦτα ἑωυτῷ προαγορεύουσι · πυνθανόμενον δέ μιν εἰπεῖν πρὸς τὸν κήρυκα τὸν Σπαρτιήτην · οὐκ ἔδεισά κω ἄνδρας τοιούτους…
Herodotus, The Histories