πότε
πότε, πότε, when?
πότος, drinking, a drinking-bout, carousal
ποτε, ποτέ, at some time, ever
Other forms of πότε: κότε, πόθʼ, πόκʼ, πόκα, πότʼ, πότε
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | πότος | – | – |
| Genitive | πότου | – | πότων |
| Dative | πότῳ | – | πότοις |
| Accusative | πότον | – | πότους |
| Vocative | – | – | – |
Other forms of ποτε: κοτε, κοτέ, κοτὲ, ποθʼ, ποκʼ, ποκά, ποτʼ, ποτε, ποτέ, ποτὲ, ποχʼ, κοτʼ
πότε
-
…παρέστατʼ, ἀλλʼ ἀρήγετʼ, ἔστʼ ἐγὼ μολὼν τάφου μεληθῶ τῷδε, κἂν μηδεὶς ἐᾷ. τίς ἄρα νέατος ἐς πότε λήξει πολυπλάγκτων ἐτέων ἀριθμός, τὰν ἄπαυστον αἰὲν ἐμοὶ δορυσσοήτων μόχθων ἄταν ἐπάγων ἄν τὰν εὐρώδεα Τρωΐαν, δύστανον ὄνειδος…
Sophocles, Ajax
-
…· τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας ποτᾶται ; πάροιθεν δὲ πρῴρας δριμὺς ἄηται κραδίας θυμὸς ἔγκοτον στύγος. καί πότʼ ἂν ἀμφιθαλὴς Ζεὺς ἐπὶ χεῖρα βάλοι, φεῦ φεῦ, κάρανα δαΐξας ; πιστὰ γένοιτο χώρᾳ. δίκαν δʼ ἐξ…
Aeschylus, Libation Bearers
-
…, ἀκμάζει βρετέων ἔχεσθαι · τί μέλ λομεν ἀγάστονοι ; ἀκούετʼ ἢ οὐκ ἀκούετʼ ἀσπίδων κτύπον ; πέπλων καὶ στεφέων πότʼ εἰ μὴ νῦν ἀμ φὶ λιτάνʼ ἕξομεν ; κτύπον δέδορκα · πάταγος οὐχ ἑνὸς δορός. τί ῥέξεις ; προδώσεις…
Aeschylus, Seven Against Thebes
-
…μέρος πολέμους καί τινας τῶν ἅμα τούτοις πράξεων καὶ πλείους πραγματευομένους, τὴν δὲ καθόλου καὶ συλλήβδην οἰκονομίαν τῶν γεγονότων πότε καὶ πόθεν ὡρμήθη καὶ πῶς ἔσχε τὴν συντέλειαν, ταύτην οὐδʼ ἐπιβαλόμενον οὐδένα βασανίζειν, ὅσον γε καὶ ἡμᾶς εἰδέναι…
Polybius, Histories
-
…τέτυκται. γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς · λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα πίπτουσιν · πότε κέν τις ἀναπνεύσειε πόνοιο ; ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας ·…
Homer, Iliad
πότος
-
…οἱ οὖν πλεῖστοι ἡμῶν ὀλοφύρονται συνιόντες, τὰς ἐν τῇ νεότητι ἡδονὰς ποθοῦντες καὶ ἀναμιμνῃσκόμενοι περί τε τἀφροδίσια καὶ περὶ πότους τε καὶ εὐωχίας καὶ ἄλλʼ ἄττα ἃ τῶν τοιούτων ἔχεται, καὶ ἀγανακτοῦσιν ὡς μεγάλων τινῶν ἀπεστερημένοι καὶ τότε μὲν…
Plato, Republic
-
…περὶ δὲ τῶν κοινῶν μοι μέγιστον ἡγοῦμαι τεκμήριον εἶναι τῆς ἐμῆς ἐπιεικείας, ὅτι τῶν νεωτέρων ὅσοι περὶ κύβους ἢ πότους ἢ περὶ τὰς τοιαύτας ἀκολασίας τυγχάνουσι τὰς διατριβὰς ποιούμενοι, πάντας αὐτοὺς ὄψεσθέ μοι διαφόρους ὄντας, καὶ πλεῖστα τούτους…
Lysias, Speeches
-
…μήτε κινεῖσθαι μήτε ἑστάναι. οὐ γὰρ οὖν. ἀλλʼ οὐδὲ μὴν μεταβάλλει ἄνευ τοῦ μεταβάλλειν. οὐκ εἰκός. πότʼ οὖν μεταβάλλει ; οὔτε γὰρ ἑστὸς ὂν οὔτε κινούμενον μεταβάλλει, οὔτε ἐν χρόνῳ ὄν. οὐ γὰρ οὖν .…
Plato, Parmenides
-
…οἰομένων ἀναλίσκειν μὲν δεῖν πάντα εἰς ὑπερβολάς, ἀργῶν δὲ εἰς ἅπαντα ἡγουμένων αὖ δεῖν γίγνεσθαι πλὴν ἐς εὐωχίας καὶ πότους καὶ ἀφροδισίων σπουδὰς διαπονουμένας · ἀναγκαῖον δὲ εἶναι ταύτας τὰς πόλεις τυραννίδας τε καὶ ὀλιγαρχίας καὶ δημοκρατίας μεταβαλλούσας μηδέποτε λήγειν…
Plato, Letters
-
…τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων. καὶ γὰρ οὗτοι, διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις διʼ ἑαυτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ τῶν λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας, τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι…
Plato, Protagoras
ποτε
-
…ᾧ τὸ ἄδικον μὲν λωβᾶται, τὸ δὲ δίκαιον ὀνίνησιν ; ἢ φαυλότερον ἡγούμεθα εἶναι τοῦ σώματος ἐκεῖνο, ὅτι ποτʼ ἐστὶ τῶν ἡμετέρων, περὶ ὃ ἥ τε ἀδικία καὶ ἡ δικαιοσύνη ἐστίν ; οὐδαμῶς. ἀλλὰ τιμιώτερον ; πολύ…
Plato, Crito
-
…ἔργον εἶναι ; μάλιστά γʼ, ἔφη. οὐκοῦν καὶ ἀρετήν φαμέν τινα ψυχῆς εἶναι ; φαμέν. ἆρʼ οὖν ποτε, ὦ Θρασύμαχε, ψυχὴ τὰ αὑτῆς ἔργα εὖ ἀπεργάσεται στερομένη τῆς οἰκείας ἀρετῆς, ἢ ἀδύνατον ; ἀδύνατον .…
Plato, Republic
-
…ἧς αὐτῷ προσετάττετο παρὰ τὸ δίκαιον ἀνθρώπους ἀπολλύναι, ἴσως ἂν εἰκότως αὐτῷ συγγνώμην εἴχετε · νῦν δὲ παρὰ τοῦ ποτε καὶ λήψεσθε δίκην, εἴπερ ἐξέσται τοῖς τριάκοντα λέγειν ὅτι τὰ ὑπὸ τῶν τριάκοντα προσταχθέντα ἐποίουν ; καὶ μὲν δὴ…
Lysias, Speeches
-
…ὅρκους τε γὰρ ὀμωμοκέναι τοὺς αὐτοὺς ἐκείνοις, καὶ εἶναι ἑτέρους οἳ ἐροῦσι τὰ ὀνόματα, αὐτὸς δὲ οὐκ ἄν ποτε ποιῆσαι ταῦτα. καίτοι εἰ μὴ ἐκ παρασκευῆς ἐμηνύετο, πῶς οὐκ ἂν ἠνάγκασεν ἡ βουλὴ εἰπεῖν τὰ ὀνόματα Θεόκριτον…
Lysias, Speeches
-
…πάτριον νόμον ὀλοφύρεσθαι τοὺς θαπτομένους. Πρὸς Σίμωνα ἀπολογία πολλὰ καὶ δεινὰ συνειδὼς Σίμωνι, ὦ βουλή, οὐκ ἄν ποτʼ αὐτὸν εἰς τοσοῦτον τόλμης ἡγησάμην ἀφικέσθαι, ὥστε ὑπὲρ ὧν αὐτὸν ἔδει δοῦναι δίκην, ὑπὲρ τούτων ὡς ἀδικούμενον ἔγκλημα…
Lysias, Speeches