ἀμπερὲς
διαμπερές, through and through, right through, clean through
Other forms of διαμπερές: ἀμπερὲς, διαμπερές, διαμπερὲς, διαμπερέως
-
…. ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν καλὴν χρυσείην · μέλανες δʼ ἀνὰ βότρυες ἦσαν, ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν. ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε κασσιτέρου · μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν…
Homer, Iliad
-
…οὐλόμενον, καματηρόν, ὅ τε στυγέουσι θεοί περ. αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο, οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί, τάρβεσκον ·…
NA, Homeric Hymns
-
…ἀρωγοὶ κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων χέρες οὐχ ὅσιαι στυγερῶν τούτων · παισὶ δὲ μᾶλλον γεγένηται. τοῦτο διαμπερὲς οὖς ἵκεθʼ ἅπερ τι βέλος. Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων ὑστερόποινον ἄταν βροτῶν τλάμονι καὶ πανούργῳ χειρὶ τοκεῦσι δʼ…
Aeschylus, Libation Bearers
-
…ἐρύσσῃς πικρὸν ὀϊστόν. ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε, πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου · αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος. δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης · κλῦθί μευ…
Homer, Iliad
-
…ἀκούων · ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν · σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ…
Homer, Odyssey