ἀναχώρησίς
ἀναχώρησις, a drawing back, retiring, retreating
Morpho works with a static database. If you like, you can compare the output of Morpheus.
Parsed as:
feminine nominative singular of ἀναχώρησις
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἀναχώρησις | – | ἀναχωρήσεις |
| Genitive | ἀναχωρήσεως | – | – |
| Dative | ἀναχωρήσει | – | – |
| Accusative | ἀναχώρησιν, ἀναχώρησίν | – | ἀναχωρήσεις |
| Vocative | – | – | – |
-
…πάλιν ἐς τὸ πλέον οὐκέτι προελθών διʼ ὃ δὴ καὶ ἡ φυγὴ αὐτῷ ἐγένετο ἐκ Σπάρτης δόξαντι χρήμασι πεισθῆναι τὴν ἀναχώρησιν · ἐπειδὴ δὲ περὶ Ἀχαρνὰς εἶδον τὸν στρατὸν ἑξήκοντα σταδίους τῆς πόλεως ἀπέχοντα, οὐκέτι ἀνασχετὸν ἐποιοῦντο, ἀλλʼ αὐτοῖς…
Thucydides, The Peloponnesian War
-
…ἡ φήμη · τρία δὲ γνωριμώτατα ἐξείργασταί σφισι, τῆς τε Ἀσίας ἀρχὴ τῆς κάτω καὶ ἡ Γαλατῶν ἀπʼ αὐτῆς ἀναχώρησις καὶ τὸ ἐς τοὺς σὺν Ἀγαμέμνονι Τηλέφου τόλμημα, ὅτε Ἕλληνες ἁμαρτόντες Ἰλίου τὸ πεδίον ἐλεηλάτουν τὸ Μήιον ὡς γῆν…
Pausanias, Description of Greece
-
…καὶ μετὰ τὰ Τρωικὰ ἡ Ἑλλὰς ἔτι μετανίστατό τε καὶ κατῳκίζετο, ὥστε μὴ ἡσυχάσασαν αὐξηθῆναι. ἥ τε γὰρ ἀναχώρησις τῶν Ἑλλήνων ἐξ Ἰλίου χρονία γενομένη πολλὰ ἐνεόχμωσε, καὶ στάσεις ἐν ταῖς πόλεσιν ὡς ἐπὶ πολὺ ἐγίγνοντο, ἀφʼ…
Thucydides, The Peloponnesian War
-
…καὶ τῆς ἄλλης Λοκρίδος κακουργεῖν τὴν Εὔβοιαν. ταῦτα μὲν ἐν τῷ θέρει τούτῳ μετὰ τὴν Πελοποννησίων ἐκ τῆς Ἀττικῆς ἀναχώρησιν ἐγένετο. τοῦ δʼ ἐπιγιγνομένου χειμῶνος Εὔαρχος ὁ Ἀκαρνὰν βουλόμενος ἐς τὴν Ἀστακὸν κατελθεῖν πείθει Κορινθίους τεσσαράκοντα ναυσὶ καὶ πεντακοσίοις…
Thucydides, The Peloponnesian War
-
…τῆς Κρήτης Ἀθηναῖοι ταῖς εἴκοσι ναυσίν, αἷς ἔδει πρὸ τῆς ναυμαχίας τῷ Φορμίωνι παραγενέσθαι, οὐ πολλῷ ὕστερον τῆς ἀναχωρήσεως τῶν νεῶν ἀφικνοῦνται ἐς τὴν Ναύπακτον. καὶ τὸ θέρος ἐτελεύτα. πρὶν δὲ διαλῦσαι τὸ ἐς Κόρινθόν τε καὶ…
Thucydides, The Peloponnesian War