ἦτορ
ἦτορ, the heart
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἦτορ | – | – |
| Genitive | – | – | – |
| Dative | – | – | – |
| Accusative | ἦτορ | – | – |
| Vocative | – | – | – |
-
…τοὶ δὲ κρέα πολλὰ δατεῦντο. τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής, ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη, τιμὴν δʼ…
Homer, Odyssey
-
…ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι ὤλονθʼ · οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους. οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι, πρίν τινα τῶν…
Homer, Odyssey
-
…καὶ ἄλλης μνήσομʼ ἀοιδῆς. Εἰς Ἀθήναν Παλλάδʼ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομʼ ἀείδειν γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν, παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν, Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς σεμνῆς ἐκ κεφαλῆς ,…
NA, Homeric Hymns
-
…τέρπεαι ἄλγεα πάσχων ; ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον · ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ…
Homer, Odyssey
-
…Κρόνῳ τέκε φαίδιμα τέκνα, Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν, τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται…
Hesiod, Theogony