ἱστίον
ἱστίον, any web, a sail
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | ἱστία |
| Genitive | – | – | – |
| Dative | ἱστίῳ | – | ἱστίοις |
| Accusative | ἱστίον | – | ἱστίʼ, ἱστία |
| Vocative | – | – | – |
-
…δʼ ἐσσυμένως ἐπίθοντο. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα νηῦς…
Homer, Odyssey
-
…σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον · ὀρώρει δʼ οὐρανόθεν νύξ. αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο. καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον ,…
Homer, Odyssey
-
…θοῇ ἐν νηῒ πέσῃσι λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές · ἣ δέ τε πᾶσα ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτης ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται δειδιότες · τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται · ὣς ἐδαΐζετο θυμὸς ἐνὶ…
Homer, Iliad
-
…τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων, ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ, ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα…
Homer, Odyssey
-
…διαμπερὲς οἰσυΐνῃσι κύματος εἶλαρ ἔμεν · πολλὴν δʼ ἐπεχεύατο ὕλην. τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων, ἱστία ποιήσασθαι · ὁ δʼ εὖ τεχνήσατο καὶ τά. ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ…
Homer, Odyssey