ἱστίʼ
ἑστία, the hearth of a house, fireside; family
ἱστίον, any web, a sail
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | ἑστία, ἱστίη | – | ἱστίαι |
| Genitive | ἑστίας | – | ἱστιέων |
| Dative | ἑστίᾳ, ἱστίῃ | – | – |
| Accusative | ἑστίαν | – | ἑστίας, ἱστίας |
| Vocative | ἱστίη | – | – |
| Singular | Dual | Plural | |
|---|---|---|---|
| Nominative | – | – | ἱστία |
| Genitive | – | – | – |
| Dative | ἱστίῳ | – | ἱστίοις |
| Accusative | ἱστίον | – | ἱστίʼ, ἱστία |
| Vocative | – | – | – |
ἑστία
-
…ἀρχῆς ἀρξαμένῳ. βουλοίμην ἄν, ὦ Σώκρατες, ἀλλʼ ὀρρωδῶ μὴ τοὐναντίον γένηται · ἀτεχνῶς γάρ μοι δοκεῖ ἀφʼ ἑστίας ἄρχεσθαι κακουργεῖν τὴν πόλιν, ἐπιχειρῶν ἀδικεῖν σέ. καί μοι λέγε, τί καὶ ποιοῦντά σέ φησι διαφθείρειν τοὺς…
Plato, Euthyphro
-
…τούτων ἔτυχεν ὧνπερ οἱ νόμοι κελεύουσι τοὺς τὰ τοιαῦτα πράττοντας, οὐκ εἰσαρπασθεὶς ἐκ τῆς ὁδοῦ, οὐδʼ ἐπὶ τὴν ἑστίαν καταφυγών, ὥσπερ οὗτοι λέγουσι · πῶς γὰρ ἄν, ὅστις ἐν τῷ δωματίῳ πληγεὶς κατέπεσεν εὐθύς, περιέστρεψα δʼ…
Lysias, Speeches
-
…; ἀνέρας ; εὖ πράσσοντας ἆγον οἴκους. ὅσσας δʼ εἷλε πόλεις πόρον οὐ διαβὰς Ἅλυος ποταμοῖο, οὐδʼ ἀφʼ ἑστίας συθείς, οἷαι Στρυμονίου πελά γους Ἀχελωίδες εἰσὶ πάροικοι Θρῃκίων ἐπαύλων, λίμνας τʼ ἔκτοθεν αἳ κατὰ χέρσον ἐληλαμέναι πέρι…
Aeschylus, Persians
-
…δὲ σύνθεο μῦθον · ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω · ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ, ἥμενος ἢ ἕρπων ,…
Homer, Odyssey
-
…σοφοῦ διδασκάλου. βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός, μητροκτόνον μίασμα δʼ ἔκπλυτον πέλει · ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις. πολὺς δέ μοι γένοιτʼ ἂν ἐξ ἀρχῆς λόγος, ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ .…
Aeschylus, Eumenides
ἱστίον
-
…δʼ ἐσσυμένως ἐπίθοντο. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα νηῦς…
Homer, Odyssey
-
…σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον · ὀρώρει δʼ οὐρανόθεν νύξ. αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο. καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον ,…
Homer, Odyssey
-
…θοῇ ἐν νηῒ πέσῃσι λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές · ἣ δέ τε πᾶσα ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτης ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται δειδιότες · τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται · ὣς ἐδαΐζετο θυμὸς ἐνὶ…
Homer, Iliad
-
…τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων, ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ, ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα…
Homer, Odyssey
-
…διαμπερὲς οἰσυΐνῃσι κύματος εἶλαρ ἔμεν · πολλὴν δʼ ἐπεχεύατο ὕλην. τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων, ἱστία ποιήσασθαι · ὁ δʼ εὖ τεχνήσατο καὶ τά. ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ…
Homer, Odyssey