ὕπερθέν
ὕπερθεν, from above
Other forms of ὕπερθεν: ὕπερθʼ, ὕπερθε, ὕπερθεν, ὕπερθέν
-
…. μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ. μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε πινόντων · ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται. μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν, μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα…
Hesiod, Works and Days
-
…ὀνόμηνας δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος ἤην · ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν. ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς…
Homer, Odyssey
-
…τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας. σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε, σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι…
Homer, Odyssey
-
…ἔσται. ὣς ἄρʼ ἔφη · Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσεν · ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν · ἦ μὴν Φοίβου τῇδε…
NA, Homeric Hymns
-
…ἦλθε · φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα · τὼ δέ οἱ ὤμω κυρτὼ ἐπὶ στῆθος συνοχωκότε · αὐτὰρ ὕπερθε φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη. ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ · τὼ γὰρ νεικείεσκε…
Homer, Iliad