Λέλεγες
Λέλεγες, the Leleges (sg. Lelex, their mythical founder)
● epic dat. pl. Λελέγεσσι Il. 21.86.
- Trojan.
- (φιλοπτόλεμοι).
- The inhabitants of Pedasus-2 Il. 10.429, Il. 20.96, Il. 21.86.
-
…. ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης, ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν. τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι · αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν…
Homer, Iliad
-
…δὲ τούτων Κᾶρες μὲν ἀπιγμένοι ἐς τὴν ἤπειρον ἐκ τῶν νήσων. τὸ γὰρ παλαιὸν ἐόντες Μίνω κατήκοοι καὶ καλεόμενοι Λέλεγες εἶχον τὰς νήσους, φόρον μὲν οὐδένα ὑποτελέοντες, ὅσον καὶ ἐγὼ δυνατός εἰμι ἐπὶ μακρότατον ἐξικέσθαι ἀκοῇ · οἱ…
Herodotus, The Histories
-
…πατρί, ὅς με σοὶ αὖτις δῶκε · μινυνθάδιον δέ με μήτηρ γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι. τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας · τῆς…
Homer, Iliad
-
…Εὐμήδεος υἱός · τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω. πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί…
Homer, Iliad
-
…Λακεδαιμόνιοι λέγουσι, Λέλεξ αὐτόχθων ὢν ἐβασίλευσε πρῶτος ἐν τῇ γῇ ταύτῃ καὶ ἀπὸ τούτου Λέλεγες ὧν ἦρχεν ὠνομάσθησαν. Λέλεγος δὲ γίνεται Μύλης καὶ νεώτερος Πολυκάων. Πολυκάων μὲν δὴ ὅποι καὶ διʼ ἥντινα αἰτίαν ἀπεχώρησεν, ἑτέρωθι δηλώσω ·…
Pausanias, Description of Greece
-
…οἷον Ἁλιζῶνας καὶ Καύκωνας · ἐκτὸς δὲ τοῦ καταλόγου Κητείους τε καὶ Σολύμους καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου καὶ Λέλεγας · Παμφύλους δὲ καὶ Βιθυνοὺς καὶ Μαριανδυνοὺς καὶ Πισίδας καὶ Χάλυβας καὶ Μιλύας καὶ Καππάδοκας μηδʼ ὠνομάσθαι, τοὺς μὲν…
Strabo, Geography
-
…δὲ καθύπερθε Κεβρήνιοι, τούτων δὲ Δαρδάνιοι μέχρι Παλαισκήψεως καὶ αὐτῆς τῆς Σκήψεως. τὴν δὲ Ἄντανδρον Ἀλκαῖος μὲν καλεῖ Λελέγων πόλιν πρῶτα μὲν Ἄντανδρος Λελέγων πόλις. ὁ δὲ Σκήψιος ἐν ταῖς παρακειμέναις τίθησιν, ὥστʼ ἐκπίπτοι ἂν εἰς τὴν…
Strabo, Geography
-
…μὴ ἐπισημήνασθαι. φήσας δὲ ἀγνώτων τινῶν μεμνῆσθαι τὸν ποιητήν, Καύκωνας μὲν ὀρθῶς λέγει καὶ Σολύμους καὶ Κητείους καὶ Λέλεγας καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου, τοὺς δʼ Ἁλιζῶνας αὐτὸς πλάττει, μᾶλλον δʼ οἱ πρῶτοι τοὺς Ἁλιζῶνας ἀγνοήσαντες…
Strabo, Geography
-
…ἀλλὰ καὶ πρὸ τῶν Τρωικῶν ἦν ταῦτα. τό τε γὰρ τῶν Πελασγῶν ἦν φῦλον καὶ τὸ τῶν Καυκώνων καὶ Λελέγων · εἴρηται δʼ ὅτι πολλαχοῦ τῆς Εὐρώπης τὸ παλαιὸν ἐτύγχανε πλανώμενα, ἅπερ ποιεῖ τοῖς Τρωσὶ συμμαχοῦντα ὁ ποιητής ,…
Strabo, Geography
-
…τινες ὀρείχαλκον καλοῦσι · γίνεται δὲ ψευδάργυρος καὶ περὶ τὸν Τμῶλον. ταῦτα δʼ ἐστὶ τὰ χωρία, ἃ οἱ Λέλεγες κατεῖχον · ὡς δʼ αὕτως καὶ τὰ περὶ Ἄσσον. ἔστι δὲ ἡ Ἄσσος ἐρυμνὴ καὶ εὐτειχής, ἀπὸ θαλάττης…
Strabo, Geography